- 텍스트

Appian, The Civil Wars, book 1, chapter 11 3:

(아피아노스, The Civil Wars, book 1, chapter 11 3:)

Ὁ δ, ἐπεί οἱ πάντα, ὡς ἐβούλετο, ἐπὶ τοῖς ἐχθροῖς διῴκητο καὶ πολέμιον οὐδὲν ἦν ἔτι πλὴν Σερτωρίου μακρὰν ὄντος, Μέτελλον μὲν ἐπὶ τοῦτον ἐξέπεμπεν ἐς Ἰβηρίαν, τὰ δ ἐν τῇ πόλει καθίστατο ἅπαντα ἐφ ἑαυτοῦ, καθ ὃν ἐβούλετο τρόπον.? νόμου γὰρ ἢ χειροτονίας ἢ κλήρου λόγος οὐκ ἦν ἔτι, πεφρικότων ὑπὸ δέους πάντων καὶ κρυπτομένων ἢ σιωπώντων: οἳ καὶ πάντα, ὅσα διῴκησεν ὁ Σύλλας ὑπατεύων τε καὶ ἀνθυπατεύων, βέβαια καὶ ἀνεύθυνα ἐψηφίζοντο εἶναι εἰκόνα τε αὐτοῦ ἐπίχρυσον ἐπὶ ἵππου πρὸ τῶν ἐμβόλων ἀνέθεσαν καὶ ὑπέγραψαν "Κορνηλίου Σύλλα ἡγεμόνος Εὐτυχοῦς. " ὧδε γὰρ αὐτὸν οἱ κόλακες, διευτυχοῦντα ἐπὶ τοῖς ἐχθροῖς, ὠνόμαζον: καὶ προῆλθεν ἐς βέβαιον ὄνομα ἡ κολακεία. ἤδη δέ που γραφῇ περιέτυχον ἡγουμένῃ τὸν Σύλλαν Ἐπαφρόδιτον ἐν τῷδε τῷ ψηφίσματι ἀναγραφῆναι, καὶ οὐκ ἀπεικὸς ἐφαίνετό μοι καὶ τόδε, ἐπεὶ καὶ Φαῦστος ἐπωνομάζετο: δύναται δὲ τοῦ αἰσίου καὶ ἐπαφροδίτου ἀγχοτάτω μάλιστα εἶναι τὸ ὄνομα. ἔστι δ ὅπου καὶ χρησμὸς αὐτῷ δοθεὶς ἐβεβαίου τάδε σκεπτομένῳ τὰ μέλλοντα. πείθεὸ μοι, Ῥωμαῖε. κράτος μέγα Κύπρις ἔδωκεν Αἰνείου γενεῇ μεμελημένη. ἀλλὰ σὺ πᾶσιν ἀθανάτοις ἐπέτεια τίθει. μὴ λήθεο τῶνδε: Δελφοῖς δῶρα κόμιζε. καὶ ἔστι τις ἀμβαίνουσι Ταύρου ὑπὸ νιφόεντος, ὅπου περιμήκετον ἄστυ Καρῶν, οἳ ναίουσιν ἐπώνυμον ἐξ Ἀφροδίτης: ᾗ πέλεκυν θέμενος λήψῃ κράτος ἀμφιλαφές σοι. ὁπότερα δ αὐτῶν ἐψηφίσαντο Ῥωμαῖοι τὴν εἰκόνα τιθέντες, δοκοῦσί μοι παρασκώπτοντες ἢ ἐκμειλισσόμενοι τὸν ἄνδρα ἐπιγράψαι. ἔπεμψε δὲ καὶ στέφανον χρύσεον καὶ πέλεκυν, ἐπιγράψας τάδε: τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκ, Ἀφροδίτη, ᾧ ς εἶδον κατ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION