- 텍스트

Appian, The Civil Wars, book 1, chapter 10 6:

(아피아노스, The Civil Wars, book 1, chapter 10 6:)

Ἐν δὲ τῷ πωλητίῳ πεδίῳ Πομπήιος καὶ Κράσσος, ἄμφω Σύλλα στρατηγοί, κτείνουσι τῶν Καρβωνείων εἰς τρισχιλίους καὶ Καρρίναν τὸν ἀντιστρατηγοῦντα σφίσιν ἐπολιόρκουν, ἔστε Κάρβων μὲν ἕτερον τῷ Καρρίνᾳ στρατὸν ἔπεμψεν:? ὁ δὲ Σύλλας αἰσθόμενος καὶ ἐφεδρεύσας ἔκτεινεν αὐτῶν παροδ υόντων ἐς δισχιλίους, καὶ Καρρίνας δὲ νυκτός, ὕδατός τε ὄντος ἐξ οὐρανοῦ πολλοῦ καὶ σκότους, αἰσθομένων μέν τι τῶν περικαθημένων, διὰ δὲ τὸν ὄμβρον ἀμελούντων, διέφυγε. καὶ Κάρβων ἐς Πραινεστὸν Μαρίῳ τῷ συνάρχῳ Μάρκιον ἔπεμπεν, ὀκτὼ τέλη στρατιᾶς ἄγοντα, πυνθανόμενος αὐτὸν ὑπὸ λιμοῦ κακοπαθεῖν: οἷς ὁ Πομπήιος ἐξ ἐνέδρας ἐν στενῷ προσπεσὼν τρέπεταί τε καὶ πολλοὺς διαφθείρας ἐς λόφον συνέκλεισε τοὺς λοιπούς. ἐξ οὗ Μάρκιος μὲν οὐ σβέσας τὸ πῦρ ἀπεδίδρασκεν, ὁ δὲ στρατὸς αὐτῷ τὴν αἰτίαν τῆς ἐνέδρας προστιθεὶς ἐστασίασε χαλεπῶς, καὶ τέλος μὲν ὑπὸ τοῖς σημείοις ὅλον ἄνευ παραγγέλματος ἐπανῆλθεν ἐς Ἀρίμινον, οἱ λοιποὶ δ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθησαν, ὡς ἑπτὰ σπείρας τῷ στρατηγῷ μόνας παραμεῖναι. Καὶ Μάρκιος μὲν ὧδε πράξας κακῶς ἐς Κάρβωνα ἐπανῄει, Μᾶρκον δὲ Λαμπώνιον ἐκ Λευκανίας καὶ Πόντιον Τελεσῖνον ἐκ τῆς Σαυνίτιδος καὶ τὸν Καπυαῖον Γοῦτταν, μεθ ἑπτὰ μυριάδων ἐπειγομένους Μάριον ἐξελέσθαι τῆς πολιορκίας, ὁ Σύλλας ἐν τοῖς στενοῖς, ᾗ μόνῃ διαβατὸν ἦν, ἀπέκλειε τῆς παρόδου. καὶ ὁ Μάριος, ἀπογινώσκων ἤδη τὰς ἔξωθεν ἐπικουρίας, φρούριον ἐν τῷ μεταιχμίῳ μεγάλῳ ὄντι ἤγειρεν, ἐς ὃ καὶ μηχανὰς καὶ στρατιὰν συναγαγὼν ἐπεχείρει βιάσασθαι τὸν Λουκρήτιον. πολυημέρου δ αὐτῷ καὶ ποικίλης τῆς πείρας γενομένης, οὐδὲν ἀνύων ἐς Πραινεστὸν αὖθις συνεκλείετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION