호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δ’ ἦλθε καὶ πρὸσ ταῖσ Κολλίναισ πύλαισ ἐστρατοπέδευσε· καὶ ὁ Κίννασ ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιοσ δὲ Μάριοσ τούτων πυθόμενοσ ἐσ Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖσ συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμησ, ἐσ πεντακοσίουσ μάλιστά που γεγονόσι. ῥυπῶν δ’ ἔτι καὶ κόμησ ἔμπλεωσ ἐπῄει τὰσ πόλεισ, οἰκτρὸσ ὀφθῆναι· μάχασ τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείασ ὑπερεπαίρων καὶ περὶ τῆσ χειροτονίασ σφόδρα αὐτοῖσ ἐπιθυμοῦσιν ἐπαγγελλόμενόσ τε καὶ πιστὸσ εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίουσ καὶ ἐσ Κίνναν διῆλθεν ἀσμένωσ αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡσ δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριοσ ἐσ τρία διαιρεθέντεσ, Κίννασ μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆσ πόλεωσ ἀντικρύ, Σερτώριοσ δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριοσ πρὸσ τῇ θαλάσση, ζευγνύντεσ οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντεσ, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριοσ δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννασ ἐπιπέμψασ Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐσ τὴν πόλιν ἐπελθεῖν ἐκ τῆσ ὑπηκόου Γαλατίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기