- 텍스트

Appian, The Civil Wars, book 1, chapter 4

(아피아노스, The Civil Wars, book 1, chapter 4)

Καὶ ἡ στάσις ἡ τοῦ δευτέρου Γράκχου ἐς τάδε ἔληγε:? νόμος τε οὐ πολὺ ὕστερον ἐκυρώθη τὴν γῆν, ὑπὲρ ἧς διεφέροντο, ἐξεῖναι πιπράσκειν τοῖς ἔχουσιν: ἀπείρητο γὰρ ἐκ Γράκχου τοῦ προτέρου καὶ τόδε. καὶ εὐθὺς οἱ πλούσιοι παρὰ τῶν πενήτων ἐωνοῦντο, ἢ ταῖσδε ταῖς προφάσεσιν ἐβιάζοντο. καὶ περιῆν ἐς χεῖρον ἔτι τοῖς πένησι, μέχρι Σπούριος Θόριος δημαρχῶν εἰσηγήσατο νόμον, τὴν μὲν γῆν μηκέτι διανέμειν, ἀλλ εἶναι τῶν ἐχόντων, καὶ φόρους ὑπὲρ αὐτῆς τῷ δήμῳ κατατίθεσθαι καὶ τάδε τὰ χρήματα χωρεῖν ἐς διανομάς. ὅπερ ἦν μέν τις τοῖς πένησι παρηγορία διὰ τὰς διανομάς, ὄφελος δ οὐδὲν ἐς πολυπληθίαν. ἅπαξ δὲ τοῖς σοφίσμασι τοῖσδε τοῦ Γρακχείου νόμου παραλυθέντος, ἀρίστου καὶ ὠφελιμωτάτου, εἰ ἐδύνατο πραχθῆναι, γενομένου, καὶ τοὺς φόρους οὐ πολὺ ὕστερον διέλυσε δήμαρχος ἔτερος, καὶ ὁ δῆμος ἀθρόως ἁπάντων ἐξεπεπτώκει. ὅθεν ἐσπάνιζον ἔτι μᾶλλον ὁμοῦ πολιτῶν τε καὶ στρατιωτῶν καὶ γῆς προσόδου καὶ διανομῶν καὶ νομῶν, πεντεκαίδεκα μάλιστα ἔτεσιν ἀπὸ τῆς Γράκχου νομοθεσίας, ἐπὶ δίκαις ἐν ἀργίᾳ γεγονότες. Τῷ δ αὐτῷ χρόνῳ Σκιπίων ὕπατος καθεῖλε τὸ θέατρον, οὗ Λεύκιος Κάσσιος ἦρκτο ῾καὶ ἤδη που τέλος ἐλάμβανεν᾿, ὡς καὶ τόδε στάσεων ἄρξον ἑτέρων ἢ οὐ χρήσιμον ὅλως Ἑλληνικαῖς ἡδυπαθείαις Ῥωμαίους ἐθίζεσθαι.

τιμητὴς δὲ Κόιντος Καικίλιος Μέτελλος Γλαυκίαν τε βουλεύοντα καὶ Ἀπουλήιον Σατορνῖνον δεδημαρχηκότα ἤδη τῆς ἀξιώσεως παρέλυεν, αἰσχρῶς βιοῦντας, οὐ μὴν ἐδυνήθη: ὁ γάρ οἱ συνάρχων οὐ συνέθετο. μικρὸν οὖν ὕστερον ὁ Ἀπουλήιος ὡς ἀμυνούμενος τὸν Μέτελλον ἐς ἑτέραν παρήγγελλε δημαρχίαν, φυλάξας στρατηγοῦντα τὸν Γλαυκίαν καὶ τῆσδε τῶν δημάρχων τῆς χειροτονίας προεστῶτα. Νώνιος μὲν οὖν, ἐπιφανὴς ἀνήρ, ἔς τε τὸν Ἀπουλήιον παρρησίᾳ χρώμενος καὶ Γλαυκίαν ἐξονειδίζων δήμαρχος ἀπεδείχθη. δείσαντες δ ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος, μὴ δημαρχῶν αὐτοὺς ἀμύναιτο, ὄχλον ἀνδρῶν εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἀπιόντι ἐπιπέμπουσι σὺν θορύβῳ καὶ ἔς τι πανδοχεῖον συμφυγόντα κατεκέντησαν. τοῦ δὲ πάθους οἰκτροῦ καὶ δεινοῦ φανέντος οἱ περὶ τὸν Γλαυκίαν, οὔπω τοῦ δήμου συνελθόντος, ἅμ ἑῴ χειροτονοῦσι δήμαρχον τὸν Ἀπουλήιον. Καὶ τὸ μὲν Νωνίου πάθος ὧδε ἐσιγήθη διὰ τὴν δημαρχίαν Ἀπουληίου, δεδιότων αὐτὸν ἔτι ἐξελέγχειν: ἐξηλάθη δὲ καὶ Μέτελλος ὑπ αὐτῶν, προσλαβόντων Γάιον Μάριον ἕκτην ἄρχοντα ὑπατείαν, ἐχθρὸν ἀφανῆ τοῦ Μετέλλου.

καὶ συνέπραξαν ὧδε ἅπαντες ἀλλήλοις. ὁ μὲν Ἀπουλήιος νόμον ἐσέφερε διαδάσασθαι γῆν, ὅσην ἐν τῇ νῦν ὑπὸ Ῥωμαίων καλουμένῃ Γαλατίᾳ Κίμβροι γένος Κελτῶν κατειλήφεσαν, καὶ αὐτοὺς ὁ Μάριος ἔναγχος ἐξελάσας τὴν γῆν ὡς οὐκέτι Γαλατῶν ἐς Ῥωμαίους περιεσπάκει. προσέκειτο δέ, εἰ κυρώσειε τὸν νόμον ὁ δῆμος, τὴν βουλὴν πένθ ἡμέραις ἐπομόσαι πεισθήσεσθαι τῷ νόμῳ, ἢ τὸν οὐκ ὀμόσαντα μήτε βουλεύειν καὶ ὀφλεῖν τῷ δήμῳ τάλαντα εἴκοσιν, ὑπονοοῦντες οὕτως ἄλλους τε τῶν δυσχεραινόντων ἀμυνεῖσθαι καὶ Μέτελλον ὑπὸ φρονήματος οὐκ ἐνδώσοντα ἐς τὸν ὁρ´κον. ὁ μὲν δὴ νόμος ὧδε εἶχεν, καὶ ὁ Ἀπουλήιος ἡμέραν αὐτοῦ τῇ δοκιμασίᾳ προυτίθει καὶ περιέπεμπε τοὺς ἐξαγγέλλοντας τοῖς οὖσιν ἀνὰ τοὺς ἀγρούς, οἷς δὴ καὶ μάλιστ ἐθάρρουν ὑπεστρατευμένοις Μαρίῳ. πλεονεκτούντων δ, ἐν τῷ νόμῳ τῶν Ἰταλιωτῶν ὁ δῆμος ἐδυσχέραινε. Καὶ στάσεως ἐν τῇ κυρίᾳ γενομένης, ὅσοι μὲν ἐκώλυον τῶν δημάρχων τοὺς νόμους, ὑβριζόμενοι πρὸς τοῦ Ἀπουληίου κατεπήδων ἀπὸ τοῦ βήματος, ὁ δὲ πολιτικὸς ὄχλος ἐβόα ὡς γενομένης ἐν ἐκκλησίᾳ βροντῆς, ὅθεν οὐ θέμις ἐστὶ Ῥωμαίοις οὐδὲν ἔτι κυροῦν.

βιαζομένων δὲ καὶ ὣς τῶν περὶ τὸν Ἀπουλήιον οἱ πολιτικοὶ τά τε ἱμάτια διαζωσάμενοι καὶ τὰ προστυχόντα ξύλα ἁρπάσαντες τοὺς ἀγροίκους διέστησαν. οἱ δ αὖθις ὑπὸ τοῦ Ἀπουληίου συγκαλούμενοι μετὰ ξύλων καὶ οἵδε τοῖς ἀστικοῖς ἐπῄεσαν καὶ βιασάμενοι τὸν νόμον ἐκύρωσαν. κυρωθέντος δ αὐτίκα Μάριος οἱᾶ ὕπατος τῇ βουλῇ προυτίθει σκοπεῖν περὶ τοῦ ὁρ´κου: καὶ τὸν Μέτελλον εἰδὼς στερρόν τε τῇ γνώμῃ καὶ βέβαιον ἐφ ὅ τι φρονήσειεν ἢ εἰπεῖν φθάσειεν, ἐτίθει πρῶτος ἐς μέσον τὴν γνώμην τὴν ἑαυτοῦ μετ ἐνέδρας καὶ ἔλεγεν, ὡς οὔποτε τὸν ὁρ´κον ἑκὼν τόνδε αὐτὸς ὀμόσει. συναποφηναμένου δὲ ταῦτα καὶ τοῦ Μετέλλου καὶ τῶν ἄλλων αὐτοὺς ἐπαινεσάντων, ὁ Μάριος διέλυσε τὴν βουλήν. εἶτα τῆς πέμπτης ἡμέρας, ἣ τῷ ὁρ´κῳ τελευταία κατὰ τὸν νόμον ἦν, ἀμφὶ δεκάτην ὡρ´αν αὐτοὺς κατὰ σπουδὴν συναγαγὼν ἔφη τὸν δῆμον ἐσπουδακότα περὶ τὸν νόμον δεδιέναι, μηχανὴν δ ὁρᾶν καὶ σόφισμα τοιόνδε: ὀμόσειν γάρ, ᾗ νόμος ἐστί, τῷδε πεισθήσεσθαι τῷ νόμῳ, καὶ νῦν μὲν οὕτω διασκεδᾶν τοὺς ἀπὸ τῶν ἀγρῶν ἐνηδρευμένους, ὕστερον δ οὐ δυσχερῶς ἐπιδείξειν, ὅτι οὐκ ἔστι νόμος ὁ πρὸς βίαν τε καὶ βροντῆς ὠνομασμένης κεκυρωμένος παρὰ τὰ πάτρια. Ταῦτα δ εἰπὼν καὶ τέλος οὐδὲν ἀναμείνας, πάντων ἔτι σιωπώντων ὑπ ἐκπλήξεως ἐπὶ τῇ ἐνέδρᾳ καὶ τῷ χρόνῳ δεδαπανημένῳ, οὐδ ἐνθυμηθῆναί τι παρασχὼν αὐτοῖς ἐξανίστατο ἐς τὸν τοῦ Κρόνου νεών, οὗ τοῖς ταμίαις ἐχρῆν ὀμνύναι, καὶ ὤμνυε σὺν τοῖς φίλοις πρῶτος.

καὶ τὸ ψήφισμα ὁ Ἀπουλήιος ἐκύρου, καὶ τὰ ἐν τῷ ψηφίσματι Μάριος ἐπεκήρυττεν. ὤμνυον δὲ καὶ οἱ λοιποί, τὸ ἑαυτοῦ δεδιὼς ἕκαστος: Μέτελλος δ οὐκ ὤμοσε μόνος, ἀλλ ἐπὶ τῆς ἑαυτοῦ προαιρέσεως διέμεινεν ἀφόβως. καὶ αὐτὸν εὐθὺς τῆς ἐπιούσης ὁ Ἀπουλήιος ἐπιπέμψας τὸν ὑπηρέτην ἐξεῖλκεν ἀπὸ τοῦ βουλευτηρίου. ῥυομένων δὲ τῶν ἑτέρων δημάρχων, ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος ἐς τοὺς ἀγροίκους ἐκδραμόντες οὐκ ἔφασκον αὐτοῖς ἔσεσθαι τὴν γῆν οὐδὲ τὸν νόμον κύριον, εἰ μὴ Μέτελλος ἐξελαθείη. ψήφισμά τε φυγῆς ἐπέγραφον αὐτῷ καὶ τοὺς ὑπάτους ἐπικηρῦξαι προσετίθεσαν μηδένα Μετέλλῳ κοινωνεῖν πυρὸς ἢ ὕδατος ἢ στέγης: ἔς τε τὴν δοκιμασίαν τοῦδε τοῦ ψηφίσματος ἡμέραν προύγραφον. δεινῆς δὲ τῶν ἀστικῶν ἀγανακτήσεως οὔσης καὶ παραπεμπόντων Μέτελλον αἰεὶ σὺν ξιφιδίοις, ὁ Μέτελλος αὐτοὺς ἀσπασάμενος καὶ ἐπαινέσας τῆς προαιρέσεως οὐκ ἔφη δι ἑαυτὸν ἐάσειν οὐδένα κίνδυνον ἐπιγενέσθαι τῇ πατρίδι. καὶ τόδε εἰπὼν ὑπεξῆλθε τῆς πόλεως. Οὕτω μὲν δὴ καὶ Μέτελλος, ἀνὴρ εὐδοκιμώτατος, ἔφευγε, καὶ ὁ Ἀπουλήιος ἐπ αὐτῷ τρίτον ἐδημάρχει.

καί τις αὐτῷ συνῆρχε δραπέτης εἶναι νομιζόμενος, Γράκχον ἑαυτῷ τὸν πρεσβύτερον πατέρα ἐπιγράφων. καὶ τὸ πλῆθος αὐτῷ συνεπεπράχει περὶ τὴν χειροτονίαν πόθῳ Γράκχου. προτεθείσης δὲ ὑπάτων χειροτονίας, Μᾶρκος μὲν Ἀντώνιος ἐπὶ τὴν ἑτέραν ἀναμφιλόγως ᾑρέθη, τὴν δὲ ὑπόλοιπον Γλαυκίας ὅδε καὶ Μέμμιος μετῄεσαν. Μεμμίου δ ὄντος ἐπιδοξοτέρου παρὰ πολύ, δείσας ὁ Γλαυκίας καὶ ὁ Ἀπουλήιος ἐπιπέμπουσί τινας αὐτῷ σὺν ξύλοις ἐν αὐτῇ τῇ χειροτονίᾳ, οἳ τὸν Μέμμιον παίοντες ἐν μέσῳ πάντων ὁρώντων συνέκοψαν. Καὶ ἡ μὲν ἐκκλησία θορυβηθεῖσα διελύετο οὔτε νόμων οὔτε δικαστηρίων οὔτε τινὸς αἰδοῦς ἔτι ὑπούσης: ὁ δὲ δῆμος ἀγανακτῶν ἐς τὴν ἐπιοῦσαν ἡμέραν μετ ὀργῆς συνέτρεχεν ὡς κτενοῦντες τὸν Ἀπουλήιον. ὁ δ ἄλλο πλῆθος ἁλίσας ἀπὸ τῶν ἀγρῶν μετὰ Γλαυκίου καὶ Γαϊού Σαυφηίου ταμίου τὸ Καπιτώλιον κατέλαβε. καὶ αὐτοὺς τῆς βουλῆς ἀναιρεθῆναι ψηφισαμένης ὁ Μάριος ἀχθόμενος ὅμως ὥπλιζέ τινας σὺν ὄκνῳ: καὶ βραδύνοντος ἕτεροι τὸ ὕδωρ τὸ ἐπιρρέον ἐς τὸ ἱερὸν διέτεμον. καὶ Σαυφήιος μὲν ἐμπρῆσαι τὸν νεών, ὑπὸ δίψης ἀπολλύμενος, ἠξίου, Γλαυκίας δὲ καὶ Ἀπουλήιος ἐλπίσαντες αὑτοῖς ἐπικουρήσειν Μάριον παρέδωκαν ἑαυτούς, οἵδε πρῶτοι, καὶ ἐπ ἐκείνοις ὁ Σαυφήιος. Μάριος δ, αὐτίκα πάντων αὐτοὺς ἀναιρεῖν κελευόντων, ἐς τὸ βουλευτήριον συνέκλεισεν ὡς ἐννομώτερον ἐργασόμενος. οἱ δὲ πρόφασιν τοῦτ εἶναι νομίσαντες τὸν κέραμον ἐξέλυον τοῦ βουλευτηρίου καὶ τοὺς ἀμφὶ τὸν Ἀπουλήιον ἔβαλλον, ἐώς ἀπέκτειναν, ταμίαν τε καὶ δήμαρχον καὶ στρατηγόν, ἔτι περικειμένους τὰ σύμβολα τῆς ἀρχῆς. Πολὺς δὲ καὶ ἄλλος ὅμιλος ἐν τῇ στάσει διέφθαρτο καὶ δήμαρχος ἕτερος, ὁ τοῦ Γράκχου παῖς εἶναι νομιζόμενος, πρώτην δημαρχῶν ἐκείνην ἡμέραν, οὐδένα ἔτι ὠφελούσης οὔτε ἐλευθερίας οὔτε δημοκρατίας οὔτε νόμων οὔτε ἀξιώσεως οὔτε ἀρχῆς, ὅπου καὶ ἡ τῶν δημάρχων ἔς τε κώλυσιν ἁμαρτημάτων καὶ ἐς ἐπικούρησιν τῶν δημοτῶν γενομένη, ἱερὰ καὶ ἄσυλος οὖσα, τοιάδε ὕβριζε καὶ τοιάδε ἔπασχεν.

ἀναιρεθέντων δὲ τῶν ἀμφὶ τὸν Ἀπουλήιον ἡ μὲν βουλὴ καὶ ὁ δῆμος ἐκεκράγεσαν κατακαλεῖν Μέτελλον, Πούπλιος δὲ Φούριος δήμαρχος, οὐδ ἐλευθέρου πατρός, ἀλλ ἐξελευθέρου, θρασέως ἐνίστατο αὐτοῖς καὶ οὐδὲ Μετέλλου τοῦ Μετέλλου παιδὸς ἱκετεύοντος αὐτὸν ἐν ὄψει τοῦ δήμου καὶ δακρύοντος καὶ τοῖς ποσὶ προσπίπτοντος ἐνεκλάο θη. ἀλλ ὁ μὲν παῖς ἐκ τῆσδε τῆς ὄψεως Εὐσεβὴς ἐς τὸ ἔπειτα ἐκλήθη, τοῦ δ ἐπιόντος ἔτους Φούριον μὲν ἐπὶ τῷδε ἐς δίκην Γάιος Κανουλήιος δήμαρχος ὑπῆγε, καὶ ὁ δῆμος οὐδὲ τοὺς λόγους ὑπομείνας διέσπασε τὸν Φούριον: οὕτως αἰεί τι μύσος ἑκάστου ἔτους ἐπὶ τῆς ἀγορᾶς ἐγίγνετο: Μετέλλῳ δ ἡ κάθοδος ἐδόθη, καὶ φασιν αὐτῷ τὴν ἡμέραν οὐκ ἀρκέσαι περὶ τὰς πύλας δεξιουμένῳ τοὺς ἀπαντῶντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION