- 텍스트

Appian, The Civil Wars, book 1, chapter 3 1:

(아피아노스, The Civil Wars, book 1, chapter 3 1:)

Καὶ τάδε μὲν ἦν, ὅτε Ἀριστόνικος Ῥωμαίοις περὶ τῆς ἀρχῆς ἐπολέμει τῆς ἐν Ἀσίᾳ:? καὶ οὐδὲν ἀλλ ἢ πάντων ἀνάστασις ἐγίγνετο μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια. ἀναιρεθέντος δὲ Γράκχου καὶ τελευτήσαντος Ἀππίου Κλαυδίου, ἀντικαθίστανται μὲν ἐς τὸ τὴν γῆν ἅμα τῷ νεωτέρῳ Γράκχῳ διανέμειν Φούλβιος Φλάκκος καὶ Παπίριος Κάρβων, ἀμελούντων δὲ τῶν κεκτημένων αὐτὴν ἀπογράφεσθαι κατηγόρους ἐκήρυττον ἐνδεικνύναι. καὶ ταχὺ πλῆθος ἦν δικῶν χαλεπῶν: ὅση γὰρ ἄλλη πλησιάζουσα τῇδε ἐπέπρατο ἢ τοῖς συμμάχοις ἐπιδιῄρητο, διὰ τὸ τῆσδε μέτρον ἐξητάζετο ἅπασα, ὅπως τε ἐπέπρατο καὶ ὅπως ἐπιδιῄρητο, οὔτε τὰ συμβόλαια οὔτε τὰς κληρουχίας ἔτι ἐχόντων ἁπάντων: ἃ δὲ καὶ εὑρίσκετο, ἀμφίλογα ἦν. ἀναμετρουμένης τε αὐτῆς οἱ μὲν ἐκ πεφυτευμένης καὶ ἐπαύλεων ἐς ψιλὴν μετετίθεντο, οἱ δ ἐξ ἐνεργῶν ἐς ἀργὸν ἢ λίμνας ἢ τέλματα, οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι. καὶ τὸ κήρυγμα, τὴν ἀνέμητον ἐξεργάζεσθαι τὸν ἐθέλοντα προλέγον, ἐπῇρε πολλοὺς τὰ πλησίον ἐκπονοῦντας τὴν ἑκατέρας ὄψιν συγχέαι: χρόνος τε ἐπελθὼν ἐνεόχμωσε πάντα. καὶ τὸ τῶν πλουσίων ἀδίκημα καίπερ ὀ`ν μέγα δυσεπίγνωστον ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION