호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐτόλμησε δ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, φήμη δ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶπολλοὶ φημίξωσι: θεός νυ τίς ἐστι καὶ αὐτή. τὴν δ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ: πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기