호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ ἔμοιγε νὴ τοὺσ θεοὺσ οὗτοσ δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπωσ μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατοσ τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν. τί γὰρ ἄν τισ τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃσ ἐγκεχείρηκε λέγειν ὡσ Φίλιπποσ, οὐ τοῖσ αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖσ ἐμαῖσ δημηγορίαισ, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸσ ὑμᾶσ, ἐν αἷσ ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκεσ τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντεσ δὲ οἱ Φωκεῖσ ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰσ πόλεισ τὰσ αὑτῶν παρέδοσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기