호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ δι ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ πρὸς τὴν πόλιν πολέμου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기