호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι, πάτερ, τί δ εἶπας·? οἱά῀ μ εἴργασαι. ὁποῖα δραστέ ἐστίν: εἰ δὲ μή, πατρὸς ἄλλου γενοῦ του μηδ ἐμὸς κληθῇς ἔτι. οἴμοι μάλ αὖθις, οἱά῀ μ ἐκκαλεῖ, πάτερ, φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν. οὐ δῆτ ἔγωγ, ἀλλ ὧν ἔχω παιώνιον καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν. καὶ πῶς ὑπαίθων σῶμ ἂν ἰῴμην τὸ σόν· ἀλλ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ ἔργασαι. φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται. ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης· ὅσον γ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν: τὰ δ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. ἀλλ ἀρκέσει καὶ ταῦτα: πρόσνειμαι δέ μοι χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς. εἰ καὶ μακρὰ κάρτ ἐστίν, ἐργασθήσεται. τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον· Ιὄλην ἔλεξας, ὥς γ ἐπεικάζειν ἐμέ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기