호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλὰ δὴ Πλάτων φησὶ τοὺς ἵππους ὑφ ἡμῶν ματαίως ἵππους εἶναι καὶ τοὺς ἀνθρώπους καὶ ποῦ τοῦτο τῶν Πλάτωνος συγγραμμάτων ἀποκεκρυμμένον εὑρ῀εν ὁ Κωλώτης·? "ἡμεῖς γὰρ ἐν πᾶσιν ἀναγινώσκομεν καὶ τὸν ἄνθρωπον ἄνθρωπον καὶ τὸν ἵππον ἵππου καὶ πῦρ τὸ πῦρ ὑπ αὐτοῦ δοξαζόμενον: "καὶ δοξαστὸν ὀνομάζει τούτων ἕκαστον. "ὁ δ οἱᾶ δὴ σοφίας οὐδ ἀκαρὲς ἀπέχων ὡς ἓν καὶ ταὐτὸν ἔλαβε τὸ μὴ εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶναι μὴ ὀ`ν τὸν ἄνθρωπον. "τῷ Πλάτωνι δὲ θαυμαστῶς ἐδόκει διαφέρειν τὸ μὴ εἶναι τοῦ μὴ ὀ`ν εἶναι: "τῷ μὲν γὰρ ἀναίρεσιν οὐσίας πάσης τῷ δ ἑτερότητα δηλοῦσθαι τοῦ μεθεκτοῦ καὶ τοῦ μετέχοντος. "ἣν οἱ μὲν ὕστερον εἰς γένους καὶ εἴδους καὶ κοινῶς τινων καὶ ἰδίων λεγομένων ποιῶν διαφορὰν ἔθεντο μόνον, ἀνωτέρω δ οὐ προῆλθον, εἰς λογικωτέρας ἀπορίας ἐμπεσόντες. "ἔστι δὲ τοῦ μεθεκτοῦ πρὸς τὸ μετέχον λόγος, ὃν αἰτία τε πρὸς ὕλην ἔχει καὶ παράδειγμα πρὸς εἰκόνα καὶ δύναμις πρὸς πάθος. "ᾧ γε δὴ μάλιστα τὸ καθ αὑτὸ καὶ ταὐτὸν ὀ`ν ἀεὶ διαφέρει τοῦ δι ἕτερον καὶ μηδέποτ ὡσαύτως ἔχοντος: "ὅτι τὸ μὲν οὔτ ἔσται ποτὲ μὴ ὀ`ν οὔτε γέγονε, καὶ διὰ τοῦτο πάντως καὶ ὄντως ὄν ἐστι: "τῷ δ οὐδ ὅσον ἀπ ἄλλου συμβέβηκε μετέχειν τοῦ εἶναι βέβαιόν ἐστιν, ἀλλ ἐξίσταται δι ἀσθένειαν, ἅτε τῆς ὕλης περὶ τὸ εἶδος ὀλισθανούσης καὶ πάθη πολλὰ καὶ μεταβολὰς εἶναι τὴν εἰκόνα τῆς οὐσίας, ὥστε κινεῖσθαι καὶ σαλεύεσθαι, δεχομένης. "ὥσπερ οὖν ὁ λέγων Πλάτωνα μὴ εἶναι τὴν εἰκόνα τοῦ Πλάτωνος, οὐκ ἀναιρεῖ τὴν ὡς εἰκόνος αἴσθησιν αὐτῆς καὶ ὕπαρξιν, ἀλλ ἐνδείκνυται καθ αὑτό τινος ὄντος καὶ πρὸς ἐκεῖνο ἑτέρου γεγονότος διαφοράν: "οὕτως οὔτε φύσιν οὔτε χρῆσιν οὔτ αἴσθησιν ἀνθρώπων ἀναιροῦσιν οἱ κοινῆς τινος οὐσίας μετοχῇ καὶ ἰδέᾳ γιγνόμενον ἡμῶν ἕκαστον εἰκόνα τοῦ παρασχόντος τὴν ὁμοιότητα τῇ γενέσει προσαγορεύοντες οὐδὲ γὰρ ὁ πῦρ μὴ λέγων εἶναι τὸν πεπυρωμένον σίδηρον ἢ τὴν σελήνην ἥλιον, ἀλλὰ κατὰ Παρμενίδην νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον, ἀλλότριον φῶς, ἀναιρεῖ σιδήρου χρῆσιν ἢ σελήνης: "φύσιν: "ἀλλ εἰ μὴ λέγοι σῶμα μηδὲ πεφωτισμένον, ἤδη μάχεται ταῖς αἰσθήσεσιν, ὥσπερ ὁ σῶμα καὶ ζῷον καὶ γένεσιν καὶ αἴσθησιν μὴ ἀπολείπων. "ὁ δὲ ταῦθ ὑπάρχειν τῷ μετεσχηκέναι καὶ ὅσον ἀπολείπεται τοῦ ὄντος ἀεὶ καὶ τὸ εἶναι παρέχοντος αὐτοῖς ὑπονοῶν οὐ παρορᾷ τὸ αἰσθητὸν ἀλλὰ παρορᾷ τὸ νοητόν, οὐδ ἀναιρεῖ τὰ γιγνόμενα καὶ φαινόμενα περὶ ἡμᾶς τῶν παθῶν ἀλλ ὅτι βεβαιότερα τούτων ἕτερα καὶ μονιμώτερα πρὸς οὐσίαν ἐστὶ τῷ μήτε γίγνεσθαι μήτ ἀπόλλυσθαι μήτε πάσχειν μηδέν, ἐνδείκνυται τοῖς ἑπομένοις, καὶ διδάσκει καθαρώτερον τῆς διαφορᾶς ἁπτομένους τοῖς ὀνόμασι τὰ μὲν ὄντα τὰ δὲ γιγνόμενα προσαγορεύειν. "τοῦτο δὲ καὶ τοῖς νεωτέροις συμβέβηκε: "πολλὰ γὰρ καὶ μεγάλα πράγματα τῆς τοῦ ὄντος· "ἀποστεροῦσι προσηγορίας, τὸ κενὸν τὸν χρόνον τὸν τόπον, ἁπλῶς τὸ τῶν λεκτῶν γένος, ἐν ᾧ καὶ τἀληθῆ πάντ ἔνεστι: "ταῦτα γὰρ ὄντα μὲν μὴ εἶναι τινὰ δ᾿ εἶναι λέγουσι, χρώμενοι δ αὐτοῖς ὡς ὑφεστῶσι καὶ ὑπάρχουσιν ἐν τῷ βίῳ καὶ τῷ φιλοσοφεῖν διατελοῦσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기