호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλέξανδρος μὲν οὖν ὁ τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ιοὐδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον.? μεταπεσούσης δ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ ὁ Λάγου τὴν Αἴγυπτον εἰλήφει.
στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει.
κατέσχε δὲ οὗτος καὶ τὰ Ιἑροσόλυμα δόλῳ καὶ ἀπάτῃ χρησάμενος:
ἐλθὼν γὰρ σαββάτοις εἰς τὴν πόλιν ὡς θύσων, μήτε τῶν Ιοὐδαίων αὐτὸν ἀμυνομένων, οὐδὲν γὰρ ὑπενόουν πολέμιον, καὶ διὰ τὸ ἀνύποπτον καὶ τὴν ἡμέραν ἐν ἀργίᾳ καὶ ῥαθυμίᾳ τυγχανόντων, ἀπόνως ἐγκρατὴς γίγνεται τῆς πόλεως καὶ πικρῶς ἦρχεν αὐτῆς. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς δι αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως:
"ἔστιν ἔθνος Ιοὐδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ μεγάλην ἔχοντες Ιἑροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίῳ γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμειναν ἔχειν δε σπότην.
" Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο.
ὁ δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ιοὐδαίας καὶ τῶν περὶ Ιἑροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών. ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ιἑροσολύμων περί τε τὴν τῶν ὁρ´κων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὁρ´κους ἔλαβεν παρ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν.
οὐκ ὀλίγοι δ οὐδὲ τῶν ἄλλων Ιοὐδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης.
στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ιἑροσολυμιτῶν τὸ παρ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων.
Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν ὁ Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ιἑροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης:
Δημήτριος ὁ Φαληρεύς, ὃς ἦν ἐπὶ τῶν βιβλιοθηκῶν τοῦ βασιλέως, σπουδάζων εἰ δυνατὸν εἰή πάντα τὰ κατὰ τὴν οἰκουμένην συναγαγεῖν βιβλία καὶ συνωνούμενος, εἴ τι που μόνον ἀκούσειε σπουδῆς ἄξιον ὄν, τῇ τοῦ βασιλέως προαιρέσει, μάλιστα γὰρ τὰ περὶ τὴν συλλογὴν τῶν βιβλίων εἶχεν φιλοκάλως, συνηγωνίζετο.
ἐρομένου δ αὐτόν ποτε τοῦ Πτολεμαίου, πόσας ἤδη μυριάδας ἔχοι συνειλεγμένας βιβλίων, τῶν μὲν ὑπαρχόντων εἶπεν εἶναι περὶ εἴκοσι, ὀλίγου δὲ χρόνου εἰς πεντήκοντα συναθροίσειν.
μεμηνῦσθαι δ ἔλεγεν αὐτῷ πολλὰ εἶναι καὶ παρὰ Ιοὐδαίοις τῶν παρ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια καὶ τῆς βασιλέως βιβλιοθήκης, ἃ τοῖς ἐκείνων χαρακτῆρσιν καὶ τῇ διαλέκτῳ γεγραμμένα πόνον αὐτοῖς οὐκ ὀλίγον παρέξειν εἰς τὴν Ἑλληνικὴν μεταβαλλόμενα γλῶτταν.
δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς ὁ χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν.
οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρ ἐκείνοις. δόξας οὖν ὁ βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ιοὐδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι.
καιρὸν δ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς.
προσλαβὼν δὲ καὶ τὴν τῶν προειρημένων γνώμην ὁ Ἀρισταῖος, προσελθὼν τῷ βασιλεῖ λόγους πρὸς αὐτὸν τοιούτους ἐποιήσατο:
"οὐ χρῆν ἀπατωμένους ἡμᾶς, ὦ βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν:
τοὺς γὰρ τῶν Ιοὐδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ιοὐδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων· οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν.
τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες.
ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν. ἴσθι μέντοι γε, ὦ βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ:
καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ. Ταῦτ εἰπόντος τοῦ Ἀρισταίου ἀναβλέψας εἰς αὐτὸν ὁ βασιλεὺς ἱλαρῷ καὶ γεγηθότι τῷ προσώπῳ "πόσας, εἶπεν, ὑπολαμβάνεις τῶν ἀπολυθησομένων ἔσεσθαι μυριάδας·
ὑποτυχόντος δὲ Ἀνδρέου, παρειστήκει γάρ, καὶ φήσαντος ὀλίγῳ πλείονας ἔσεσθαι τῶν ἕνδεκα μυριάδων "ἦ μικρὰν ἄρα εἶπεν, ἡμᾶς, Ἀρισταῖε, δωρεὰν αἰτεῖς. ὡς ἄξιον αὐτὸν δέοι τῆς αὐτοῦ μεγαλοψυχίας τῷ παρεσχηκότι τὴν βασιλείαν θεῷ ποιήσασθαι χαριστήριον, διαχυθεὶς ὑπ αὐτῶν ἐκέλευσεν, ὅταν τοῖς στρατιώταις ἀποδιδῶσιν τὸ μισθοφορικόν, καὶ ὑπὲρ ἑκάστου τῶν παρ αὐτοῖς αἰχμαλώτων καταβαλεῖν δραχμὰς ἑκατὸν εἴκοσι.
καὶ περὶ ὧν ἠξίουν προθεῖναι γράμματα ὑπέσχετο μεγαλοπρεπῶς τε ἔχοντα καὶ τὴν Ἀρισταίου προαίρεσιν βεβαιοῦντα καὶ πρὸ ταύτης τὴν τοῦ θεοῦ βούλησιν, καθ ἣν οὐ μόνον τοὺς ὑπὸ τοῦ πατρὸς ἀχθέντας αὐτοῦ καὶ τῆς ἐκείνου στρατιᾶς ἀπολύσειν ἔλεγεν, ἀλλὰ καὶ τοὺς προϋπάρχοντας ἐν τῇ βασιλείᾳ καὶ εἴ τινες αὖθις ἐπεισήχθησαν.
πλειόνων δ ἢ τετρακοσίων ταλάντων τῆς ἀπολυτρώσεως γενήσεσθαι φαμένων ταῦτά τε συνεχώρει καὶ τὸ ἀντίγραφον τοῦ προστάγματος εἰς δήλωσιν τῆς τοῦ βασιλέως μεγαλοφροσύνης ἔγνωσαν διαφυλάξαι.
ἦν δὲ τοιοῦτον:
"ὅσοι τῶν συστρατευσαμένων ἡμῶν τῷ πατρὶ τήν τε Συρίαν καὶ Φοινίκην ἐπέδραμον καὶ τὴν Ιοὐδαίαν καταστρεψάμενοι σώματα λαβόντες αἰχμάλωτα διεκόμισαν εἴς τε τὰς πόλεις ἡμῶν καὶ τὴν χώραν καὶ ταῦτα ἀπημπόλησαν, τούς τε πρὸ αὐτῶν ὄντας ἐν τῇ ἐμῇ βασιλείᾳ καὶ εἴ τινες νῦν εἰσήχθησαν, τούτους ἀπολυέτωσαν οἱ παρ αὐτοῖς ἔχοντες ὑπὲρ ἑκάστου σώματος λαμβάνοντες δραχμὰς ἑκατὸν εἴκοσι, οἱ μὲν στρατιῶται μετὰ καὶ τῶν ὀψωνίων, οἱ δὲ λοιποὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης κομιζόμενοι τὰ λύτρα. νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι.
τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ιοὐδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλ ὑπακούειν τοῖς προστεταγμένοις.
βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα:
τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας ὁ βουλόμενος, ὧν τὰς οὐσίας εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι. " τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ιοὐδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις.
γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο:
καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον. Ἐπειδὴ δὲ ταῦτ ἐγένετο κατὰ τὴν τοῦ βασιλέως βούλησιν μεγαλοπρεπῶς, ἐκέλευσε τὸν Δημήτριον εἰσδοῦναι καὶ τὸ περὶ τῆς τῶν Ιοὐδαϊκῶν βιβλίων ἀναγραφῆς δόγμα:
οὐδὲν γὰρ εἰκῆ τοῖς βασιλεῦσιν ᾠκονομεῖτο, πάντα δὲ μετὰ πολλῆς ἐπιμελείας ἐπράττετο. διὸ καὶ τὸ τῆς εἰσδόσεως ἀντίγραφον καὶ τὸ τῶν ἐπιστολῶν κατατέτακται καὶ τὸ πλῆθος τῶν ἀπεσταλμένων ἀναθημάτων καὶ τὸ ἐφ ἑκάστου κατασκευασθέν, ὡς ἀκριβεστάτην εἶναι τὴν τοῦ τεχνίτου τοῖς ὁρῶσι μεγαλουργίαν, καὶ διὰ τὴν τῶν κατασκευασμάτων ἐξοχὴν τὸν ἑκάστου δημιουργὸν εὐθέως ποιήσειν γνώριμον.
τῆς μέντοι γε εἰσδόσεως τὸ ἀντίγραφον ὑπῆρχε τοιοῦτον: "βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου.
προστάξαντός σου, ὦ βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων, ὅπως τῆς δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ιοὐδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις: χαρακτῆρσιν γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστιν ἡμῖν ἀσαφῆ. συμβέβηκε δ αὐτὰ καὶ ἀμελέστερον ἢ ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὐ τετυχηκέναι προνοίας.
ἔστι δ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα: φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ τοὺς συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης οὐδὲ τῶν κατ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασιν διασαφεῖσθαι.
ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ιοὐδαίων ἀρχιερεῖ, ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.
Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης ὁ βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ιοὐδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρ αὐτοῖς Ιοὐδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος.
προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν.
διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι. διηγήσομαι δὲ τὰ κατασκευάσματα καὶ τὸν τρόπον τῆς δημιουργίας αὐτῶν μετὰ τὸ προεκθέσθαι τὸ ἀντίγραφον τῆς ἐπιστολῆς τῆς γραφείσης Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, ταύτην λαβόντι τὴν τιμὴν ἐξ αἰτίας τοιαύτης:
τελευτήσαντος Ὀνίου τοῦ ἀρχιερέως ὁ παῖς αὐτοῦ Σίμων γίγνεται διάδοχος ὁ καὶ δίκαιος ἐπικληθεὶς διά τε τὸ πρὸς τὸν θεὸν εὐσεβὲς καὶ τὸ πρὸς τοὺς ὁμοφύλους εὔνουν.
ἀποθανόντος δὲ τούτου καὶ νήπιον υἱὸν καταλιπόντος τὸν κληθέντα Ὀνίαν ὁ ἀδελφὸς αὐτοῦ Ἐλεάζαρος, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὴν ἀρχιερωσύνην παρέλαβεν, ᾧ γράφει Πτολεμαῖος τοῦτον τὸν τρόπον:
"βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν.
τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών.
τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς καὶ τὴν τῆς αὐλῆς πίστιν εἶναι δυναμένων ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν.
βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ιοὐδαίοις τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι, καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ.
καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφ ἑκάστης φυλῆς ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι:
νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον ἐμοὶ τιμιωτάτους, δι ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα τάλαντα ἀργυρίου ἑκατόν.
καὶ σὺ δ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν θέλῃς ποιήσεις κεχαρισμένα. Τῆς οὖν ἐπιστολῆς τοῦ βασιλέως κομισθείσης πρὸς τὸν Ἐλεάζαρον ἀντιγράφει πρὸς αὐτὴν ὡς ἐνῆν μάλιστα φιλοτίμως.
"ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαίρειν. ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσινόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα. τὴν δ ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαιρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτὴν ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐσέβειαν.
ἐπεδείξαμεν δ αὐτῷ καὶ τὰς φιάλας ἃς ἔπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα καὶ κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, ἅ τε εἰς θυσίαν καὶ εἰς ἐπισκευὴν ὧν ἂν δέηται τὸ ἱερὸν τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἄξιοι.
ἴσθι δ ἡμᾶς τὸ σοὶ συμφέρον, κἂν ᾖ τι παρὰ φύσιν, ὑπομενοῦντας:
ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας. εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν ὃ προαιρῇ τέλος.
ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον.
ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο. Ταῦτα μὲν ὁ ἀρχιερεὺς ἀντέγραψεν.
ἐμοὶ δ οὐκ ἀναγκαῖον ἔδοξεν εἶναι τὰ ὀνόματα τῶν ἑβδομήκοντα πρεσβυτέρων, οἳ τὸν νόμον ἐκόμιζον ὑπὸ Ἐλεαζάρου πεμφθέντες, δηλοῦν: ἦν γὰρ ταῦτα ὑπογεγραμμένα ἐν τῇ ἐπιστολῇ. τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν ὁ βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν ἡ τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται:
ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν ὁ βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἰά γίγνεσθαι τῶν κατασκευασμάτων. ὧν ἕκαστον οἱο῀ν ἦν τὴν πολυτέλειαν διηγήσομαι, τῆς μὲν ἱστορίας ἴσως οὐκ ἀπαιτούσης τὴν ἀπαγγελίαν, τὸ δὲ τοῦ βασιλέως φιλόκαλον καὶ μεγαλόφρον οὕτω συστήσειν τοῖς ἐντευξομένοις ὑπολαμβάνων.
Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι.
εἶχεν μὲν οὖν δι ἐννοίας ὁ βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ιἑροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον κατασκευασθῆναι. μαθὼν δὲ καὶ τὴν οὖσαν ἡλίκη τις ἦν, καὶ ὅτι αὐτῆς οὐδὲν κωλύει μείζονα γενέσθαι, φήσας καὶ πενταπλασίονα τῆς ὑπαρχούσης τῷ μεγέθει βούλεσθαι κατασκευάσαι, φοβεῖσθαι δέ, μὴ πρὸς τὰς λειτουργίας ἄχρηστος διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους γένηται:
βούλεσθαι γὰρ οὐκ ἀνακεῖσθαι μόνον εἰς θέαν τἀναθήματα, ἀλλὰ καὶ πρὸς τὰς λειτουργίας εὔχρηστα: καὶ διὰ τοῦτο λογισάμενος σύμμετρον κατεσκευάσθαι τὴν προτέραν τράπεζαν, ἀλλ οὐ διὰ σπάνιν χρυσοῦ, τῷ μεγέθει μὲν οὐκ ἔγνω τὴν προϋπάρχουσαν ὑπερβαλεῖν, τῇ δὲ ποικιλίᾳ καὶ τῷ κάλλει τῆς ὕλης ἀξιολογωτέραν κατασκευάσαι.
δεινὸς δὲ ὢν συνιδεῖν πραγμάτων παντοδαπῶν φύσιν καὶ λαβεῖν ἐπίνοιαν ἔργων καινῶν καὶ παραδόξων καὶ ὅσα ἦν ἄγραφα τὴν εὑρ´εσιν αὐτὸς παρέχων διὰ τὴν σύνεσιν καὶ ὑποδεικνὺς τοῖς τεχνίταις, ἐκέλευσεν ταῦτα κατασκευάζεσθαι καὶ τὰ ἀναγεγραμμένα πρὸς τὴν ἀκρίβειαν αὐτῶν ἀποβλέποντας ὁμοίως ἐπιτελεῖν.
Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι.
τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην. τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι.
τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπ ὄψιν καὶ θεωρίαν ἐρχόμενον. διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι.
ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. τὰ δ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.
ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι.
τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν. ὑπὸ δὲ τὸν στέφανον ὁμοίως ἡ τῶν ὠῶν διάθεσις πεποίητο καὶ ἡ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι.
ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφ ᾧ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν.
ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν.
μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν.
τῶν δὲ ποδῶν ἦσαν αἱ κεφαλίδες εἰς κρίνα μεμιμημέναι τὰς ἐκφύσεις τῶν πετάλων ὑπὸ τὴν τράπεζαν ἀνακλωμένων, εἰς ὀρθὸν δὲ τὴν βλάστησιν ἔνδοθεν παρεχόντων ὁρᾶν.
ἡ δὲ βάσις αὐτοῖς ἦν ἐξ ἄνθρακος λίθου παλαιστιαία πεποιημένη σχῆμα κρηπῖδος ἀποτελοῦσα, τὸ δὲ πλάτος ὀκτὼ δακτύλων ἔχουσα, καθ οὗ τὸ πᾶν ἔλασμα τῶν ποδῶν ἐρήρειστο.
ἀνέγλυψαν δὲ λεπτομερεῖ καὶ φιλοπονωτάτῃ τορείᾳ τῶν ποδῶν ἕκαστον, κισσὸν αὐτοῖς καὶ κλήματα ἀμπέλων σὺν καὶ βότρυσιν ἐκφύσαντες, ὡς εἰκάσαι μηδὲν ἀποδεῖν τῆς ἀληθείας:
καὶ γὰρ πρὸς τὸ πνεῦμα διὰ λεπτότητα καὶ τὴν ἐπ ἄκρον αὐτῶν ἔκτασιν κινούμενα φαντασίαν τῶν κατὰ φύσιν μᾶλλον ἢ τέχνης μιμημάτων παρεῖχεν. ἐκαινούργησαν δὲ ὥστε τρίπτυχον οἱονεὶ τὸ σχῆμα τῆς ὅλης κατασκευάσαι τραπέζης τῆς ἁρμονίας πρὸς ἄλληλα τῶν μερῶν οὕτω συνδεδεμένης, ὡς ἀόρατον εἶναι καὶ μηδ ἐπινοεῖσθαι τὰς συμβολάς.
ἥμισυ δὲ πήχεως οὐκ ἔλασσον τῇ τραπέζῃ τὸ πάχος συνέβαινεν εἶναι. τὸ μὲν οὖν ἀνάθημα τοῦτο κατὰ πολλὴν τοῦ βασιλέως φιλοτιμίαν τοιοῦτο τῇ τε πολυτελείᾳ τῆς ὕλης καὶ τῇ ποικιλίᾳ τῆς καλλονῆς καὶ τῇ μιμήσει τῇ κατὰ τὴν τορείαν τῶν τεχνιτῶν συνετελέσθη, σπουδάσαντος εἰ καὶ μὴ τῷ μεγέθει τῆς προανακειμένης τῷ θεῷ τραπέζης ἔμελλεν ἔσεσθαι διάφορος, τῇ μέντοι γε τέχνῃ καὶ τῇ καινουργίᾳ καὶ τῇ λαμπρότητι τῆς κατασκευῆς πολὺ κρείττονα καὶ περίβλεπτον ἀπεργάσασθαι.
Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων.
εἶτα ἐπ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἑώς τοῦ χείλους ἀνείλκυστο:
τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος.
περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις. τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι.
προσκατεσκεύασε δὲ τούτοις ὁ βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων.
ταῦτα δ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο:
οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν.
αἴτιον δ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν. Ταῦτα μὲν τὰ πεμφθέντα εἰς Ιἑροσόλυμα ὑπὸ Πτολεμαίου ἀναθήματα.
ὁ δ ἀρχιερεὺς Ἐλεάζαρος ἀναθεὶς αὐτὰ καὶ τιμήσας τοὺς κομίσαντας καὶ δῶρα τῷ βασιλεῖ δοὺς κομίζειν ἀπέλυσε πρὸς τὸν βασιλέα. παραγενομένων δ εἰς τὴν Ἀλεξάνδρειαν ἀκούσας Πτολεμαῖος τὴν παρουσίαν αὐτῶν καὶ τοὺς ἑβδομήκοντα τῶν πρεσβυτέρων ἐληλυθότας, εὐθὺς μεταπέμπεται τὸν Ἀνδρέαν καὶ τὸν Ἀρισταῖον τοὺς πρέσβεις.
οἱ δ ἀφικόμενοι τάς τε ἐπιστολάς, ἃς ἐκόμιζον αὐτῷ παρὰ τοῦ ἀρχιερέως, ἀπέδοσαν καὶ ὅσα φράζειν ἀπὸ λόγων ὑπέθετο ταῦτα ἐδήλωσαν. σπεύδων δ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ιἑροσολύμων [πρεσβύταις] ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος:
οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός:
τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν. ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, ἃ τῷ βασιλεῖ κομίσαι ὁ ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων.
ὡς δ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας ὁ βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἡρ´μοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν.
ἐκβοησάντων δ ὑφ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ δι ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα.
κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν.
τὴν μέντοι γε ἡμέραν, καθ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο: ἔτυχεν γὰρ ἡ αὐτὴ εἶναι τῆς παρουσίας αὐτοῖς καὶ τῆς νίκης, ἣν Ἀντίγονον ναυμαχῶν ἐνίκησεν:
συνεστιαθῆναί τε ἐκέλευσεν αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ. Ὁ δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν.
διετέτακτο δὲ τοῦτον ὑπὸ τοῦ βασιλέως τὸν τρόπον: κατὰ γὰρ πόλιν ἑκάστην, ὅσαι τοῖς αὐτοῖς χρῶνται περὶ τὴν δίαιταν, ἦν τούτων ἐπιμελόμενος καὶ κατὰ τὸ τῶν ἀφικνουμένων πρὸς αὐτὸν ἔθος πάντ αὐτοῖς παρεσκευάζετο, ἵνα τῷ συνήθει τρόπῳ τῆς διαίτης εὐωχούμενοι μᾶλλον ἥδωνται καὶ πρὸς μηδὲν ὡς ἀλλοτρίως ἔχοντες δυσχεραίνωσιν.
ὃ δὴ καὶ περὶ τούτους ἐγένετο Δωροθέου διὰ τὴν περὶ τὸν βίον ἀκρίβειαν ἐπὶ τούτοις καθεστῶτος. συνέστρωσε δὲ πάντα δι αὐτοῦ τὰ πρὸς τὰς τοιαύτας ὑποδοχὰς καὶ διμερῆ τὴν κλισίαν ἐποίησεν οὑτωσὶ προστάξαντος τοῦ βασιλέως:
τοὺς μὲν γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλιθῆναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν αὐτοῦ κλισίαν, οὐδὲν ἀπολιπὼν τῆς εἰς τοὺς ἄνδρας τιμῆς. ἐπεὶ δ οὕτως κατεκλίθησαν ἐκέλευσε τὸν Δωρόθεον, οἷς ἔθεσι χρώμενοι διατελοῦσιν πάντες οἱ ἀπὸ τῆς Ιοὐδαίας πρὸς αὐτὸν ἀφιγμένοι κατὰ ταῦτα ὑπηρετεῖν.
[διὸ] καὶ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἳ τὰς κατευχὰς ἐποιοῦντο, παρῃτήσατο, τῶν δὲ παραγενομένων ἕνα Ἐλισαῖον ὄνομα ὄντα ἱερέα παρεκάλεσεν ὁ βασιλεὺς ποιήσασθαι κατευχάς. ὁ δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν.
ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, ὃ συνέγραψεν διὰ ταῦτα.
Θαυμάζοντος δ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες.
γεγενῆσθαι δ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν ὁ βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν:
ὠφελῆσθαι γὰρ παρ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν: κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν. διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς ὁ Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι.
ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον.
ἔπειτ ἐπὶ τὴν τοῦ σώματος ἀπηλλάττοντο θεραπείαν ἀφθόνως αὐτοῖς τῶν πρὸς τὴν δίαιταν χορηγουμένων καὶ προσέτι τοῦ Δωροθέου πολλὰ καὶ τῶν παρασκευαζομένων τῷ βασιλεῖ, προσέταξε γάρ, αὐτοῖς παρέχοντος.
πρωῒ δὲ πρὸς τὴν αὐλὴν παραγινόμενοι καὶ τὸν Πτολεμαῖον ἀσπαζόμενοι πάλιν ἐπὶ τὸν αὐτὸν ἀπῄεσαν τόπον καὶ τῇ θαλάσσῃ τὰς χεῖρας ἀπονιπτόμενοι καὶ καθαίροντες αὑτοὺς οὕτως ἐπὶ τὴν τῶν νόμων ἑρμηνείαν ἐτρέποντο.
Μεταγραφέντος δὲ τοῦ νόμου καὶ τοῦ κατὰ τὴν ἑρμηνείαν ἔργου τέλος ἐν ἡμέραις ἑβδομήκοντα καὶ δυσὶν λαβόντος, συναγαγὼν ὁ Δημήτριος τοὺς Ιοὐδαίους ἅπαντας εἰς τὸν τόπον, ἔνθα καὶ μετεβλήθησαν οἱ νόμοι, παρόντων καὶ τῶν ἑρμηνέων ἀνέγνω τούτους.
τὸ δὲ πλῆθος ἀπεδέξατο μὲν καὶ τοὺς διασαφήσαντας πρεσβυτέρους τὸν νόμον, ἐπῄνεσεν δὲ καὶ τὸν Δημήτριον τῆς ἐπινοίας ὡς μεγάλων ἀγαθῶν αὐτοῖς εὑρετὴν γεγενημένον, παρεκάλεσάν τε δοῦναι καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀναγνῶναι τὸν νόμον, ἠξίωσάν τε [πάντες] ὅ τε ἱερεὺς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τοῦ πολιτεύματος οἱ προεστηκότες, ἐπεὶ καλῶς τὰ τῆς ἑρμηνείας ἀπήρτισται, καὶ διαμεῖναι ταῦθ, ὡς ἔχοι, καὶ μὴ μετακινεῖν αὐτά.
ἁπάντων δ ἐπαινεσάντων τὴν γνώμην ἐκέλευσαν, εἴ τις ἢ περισσόν τι προσγεγραμμένον ὁρᾷ τῷ νόμῳ ἢ λεῖπον, πάλιν ἐπισκοποῦντα τοῦτο καὶ ποιοῦντα φανερὸν διορθοῦν, σωφρόνως τοῦτο πράττοντες, ἵνα τὸ κριθὲν ἅπαξ ἔχειν καλῶς εἰς ἀεὶ διαμένῃ.
Ἐχάρη μὲν οὖν ὁ βασιλεὺς καὶ ἐπὶ τούτῳ τὴν αὐτοῦ προαίρεσιν εἴς τι χρήσιμον ὁρῶν τετελειωμένην, μάλιστα [ὡς] δὲ τῶν νόμων ἀναγνωσθέντων αὐτῷ καὶ τὴν διάνοιαν καὶ τὴν σοφίαν ἐξεπλάγη τοῦ νομοθέτου καὶ πρὸς τὸν Δημήτριον ἤρξατο ποιεῖσθαι λόγους, πῶς οὕτως θαυμαστῆς οὔσης τῆς νομοθεσίας οὐδεὶς οὔτε τῶν ἱστορικῶν αὐτῆς οὔτε τῶν ποιητῶν ἐπεμνήσθη.
ὁ δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ, δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν ἢ τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῷ γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν:
οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτ αὐτῷ συμβαίη περιεργαζομένῳ τὰ θεῖα καὶ ταῦτ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι:
καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν.
ἐδήλου δὲ καὶ περὶ Θεοδέκτου τοῦ τῶν τραγῳδιῶν ποιητοῦ ἀναφέρεσθαι, ὅτι βουληθεὶς ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βύβλῳ γεγραμμένων μνησθῆναι τὰς ὄψεις γλαυκωθείη καὶ συνιδὼν τὴν αἰτίαν ἀπαλλαγείη τοῦ πάθους ἐξευμενισάμενος τὸν θεόν. Παραλαβὼν δ ὁ βασιλεὺς ταῦτα παρὰ τοῦ Δημητρίου, καθὼς προείρηται, προσκυνήσας αὐτοῖς ἐκέλευσε πολλὴν ποιεῖσθαι τῶν βιβλίων τὴν ἐπιμέλειαν, ἵνα διαμείνῃ ταῦτα καθαρῶς, τούς τε ἑρμηνεύσαντας παρεκάλεσεν συνεχῶς πρὸς αὐτὸν ἐκ τῆς Ιοὐδαίας παραγίγνεσθαι:
τοῦτο γὰρ αὐτοῖς καὶ πρὸς τιμὴν τὴν παρ αὐτοῦ καὶ πρὸς τὰς ἀπὸ τῶν δώρων ὠφελείας λυσιτελήσειν:
νῦν μὲν γὰρ εἶναι δίκαιον αὐτοὺς ἐκπέμπειν ἔλεγεν, ἑκουσίως δὲ πρὸς αὐτὸν ἐλθόντας τεύξεσθαι πάντων, ὧν ἥ τε αὐτῶν ἐστιν σοφία δικαία τυχεῖν καὶ ἡ ἐκείνου μεγαλοφροσύνη παρασχεῖν ἱκανή. τότε μὲν οὖν ἐξέπεμψεν αὐτοὺς δοὺς ἑκάστῳ στολὰς ἀρίστας τρεῖς καὶ χρυσοῦ τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τὴν τοῦ συμποσίου στρωμνήν.
καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο.
τῷ δ ἀρχιερεῖ Ἐλεαζάρῳ δι αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο. παρεκάλεσεν δ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι.
καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ιοὐδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι. Ἔτυχον δὲ καὶ τῆς παρὰ τῶν βασιλέων τῆς Ἀσίας τιμῆς, ἐπειδὴ συνεστράτευσαν αὐτοῖς:
καὶ γὰρ Σέλευκος ὁ Νικάτωρ ἐν αἷς ἔκτισεν πόλεσιν ἐν τῇ Ἀσίᾳ καὶ τῇ κάτω Συρίᾳ καὶ ἐν αὐτῇ τῇ μητροπόλει Ἀντιοχείᾳ πολιτείας αὐτοὺς ἠξίωσεν καὶ τοῖς ἐνοικισθεῖσιν ἰσοτίμους ἀπέφηνεν Μακεδόσιν καὶ Ἕλλησιν, ὡς τὴν πολιτείαν ταύτην ἔτι καὶ νῦν διαμένειν: τεκμήριον δὲ τοῦτο:
τοὺς Ιοὐδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ιοὐδαίοις, οὐκ ἐπέτυχον.
ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ιοὐδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δ ἐσχάτου πολεμοῦντες ὑπέμειναν, οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο:
ὥστε μηδὲν μήθ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ιοὐδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων.
Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ιοὐδαίων οἴδαμεν:
τῶν γὰρ Ιὤνων κινηθέντων ἐπ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς ὁ παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος, μόνοι μετέλθωσιν, ἀξιούντων δ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ιοὐδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ιοὐδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ: ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι.
τὸ δ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην.
περὶ μὲν οὖν τῶν ὑπ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν: οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος: Οὐεσπασιανοῦ δ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων.
ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτ ἐξέβην. Τοὺς γὰρ Ιοὐδαίους ἐπ Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης καὶ τοὺς τὴν κοίλην Συρίαν νεμομένους.
πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλοπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος ταὐτὰ πάσχειν, ὥστ οὐδὲν ἀπέλειπον χειμαζομένης νεὼς καὶ πονουμένης ὑπὸ τοῦ κλύδωνος ἑκατέρωθεν μεταξὺ τῆς εὐπραγίας τῆς Ἀντιόχου καὶ τῆς ἐπὶ θάτερον αὐτοῦ τροπῆς τῶν πραγμάτων κείμενοι.
νικήσας μέντοι τὸν Πτολεμαῖον ὁ Ἀντίοχος τὴν Ιοὐδαίαν προσάγεται.
τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν καὶ στρατηγὸν Σκόπαν ἐπὶ τοὺς ἐν τῇ κοίλῃ Συρίᾳ, ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβεν καὶ τὸ ἡμέτερον ἔθνος: πολεμούμενον γὰρ αὐτῷ προσέθετο. μετ οὐ πολὺ δὲ τὸν Σκόπαν Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ιὀρδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν.
ὕστερον δ Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκόπας κατεσχήκει, καὶ τὴν Σαμάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο οἱ Ιοὐδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατιᾷ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ Σκόπα καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ιἑροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν.
ὁ οὖν Ἀντίοχος δίκαιον ἡγησάμενος τὴν τῶν Ιοὐδαίων πρὸς αὐτὸν σπουδὴν καὶ φιλοτιμίαν ἀμείψασθαι γράφει τοῖς τε στρατηγοῖς αὐτοῦ καὶ τοῖς φίλοις μαρτυρῶν τοῖς Ιοὐδαίοις ὑπὲρ ὧν εὖ πάθοι πρὸς αὐτῶν καὶ τὰς δωρεὰς ἃς ὑπὲρ τούτων διέγνω παρασχεῖν αὐτοῖς ἐμφανίζων.
παραθήσομαι δὲ τὰς ἐπιστολὰς τὰς τοῖς στρατηγοῖς περὶ αὐτῶν γραφείσας προδιελθών, ὡς μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης:
ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως: "ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ιοὐδαίων ἔθνος. ὡς τοῦ Σκόπα νικηθέντος ὑπ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος, μετ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ιοὐδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ιἑροσόλυμα κατοικοῦντες, ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.
" καὶ Πολύβιος μὲν ταῦτα ἱστόρησεν.
ἡμεῖς δ ἐπανάξομεν τὸν λόγον ἐπὶ τὴν διήγησιν παραθέμενοι πρῶτον τὰς ἐπιστολὰς τοῦ βασιλέως Ἀντιόχου. Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν.
ἠξιώσαμεν καὶ αὐτοὶ τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων.
πρῶτον δ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν εἰς τὰς θυσίας σύνταξιν κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου ἀργυρίου μυριάδας δύο καὶ σεμιδάλεως ἀρτάβας ἱερᾶς κατὰ τὸν ἐπιχώριον νόμον πυρῶν μεδίμνους χιλίους τετρακοσίους ἑξήκοντα καὶ ἁλῶν μεδίμνους τριακοσίους ἑβδομηκονταπέντε.
τελεῖσθαι δ αὐτοῖς ταῦτα βούλομαι, καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον τάς τε στοὰς κἂν εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι:
ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ιοὐδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς πρασσομένου τέλος. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, ἐν οἷς ἂν ἐπιφανεστέραν γίγνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ γραμματεῖς τοῦ ἱεροῦ καὶ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσιν καὶ τοῦ στεφανιτικοῦ φόρου καὶ τοῦ περὶ τῶν ἄλλων.
ἵνα δὲ θᾶττον ἡ πόλις κατοικισθῇ, δίδωμι τοῖς τε νῦν κατοικοῦσιν καὶ κατελευσομένοις ἑώς τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν.
ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην.
καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν. Ἡ μὲν οὖν ἐπιστολὴ ταῦτα περιεῖχεν.
σεμνύνων δὲ καὶ τὸ ἱερὸν πρόγραμμα κατὰ πᾶσαν τὴν βασιλείαν ἐξέθηκεν περιέχον τάδε: μηδενὶ ἐξεῖναι ἀλλοφύλῳ εἰς τὸν περίβολον εἰσιέναι τοῦ ἱεροῦ τὸν ἀπηγορευμένον τοῖς Ιοὐδαίοις, εἰ μὴ οἷς ἁγνισθεῖσίν ἐστιν ἔθιμον κατὰ τὸν πάτριον νόμον. μηδ εἰς τὴν πόλιν εἰσφερέσθω ἵππεια κρέα μηδὲ ἡμιόνεια μηδὲ ἀγρίων ὄνων καὶ ἡμέρων παρδάλεών τε καὶ ἀλωπέκων καὶ λαγῶν καὶ καθόλου δὲ πάντων τῶν ἀπηγορευμένων ζῴων τοῖς Ιοὐδαίοις:
μηδὲ τὰς δορὰς εἰσφέρειν ἐξεῖναι, ἀλλὰ μηδὲ τρέφειν τι τούτων ἐν τῇ πόλει: μόνοις δὲ τοῖς προγονικοῖς θύμασιν, ἀφ ὧν καὶ τῷ θεῷ δεῖ καλλιερεῖν, ἐπιτετράφθαι χρῆσθαι. ὁ δέ τι τούτων παραβὰς ἀποτινύτω τοῖς ἱερεῦσιν ἀργυρίου δραχμὰς τρισχιλίας. Ἔγραψε δὲ μαρτυρῶν ἡμῖν εὐσέβειάν τε καὶ πίστιν, ἡνίκα νεωτερίζοντα τὰ κατὰ τὴν Φρυγίαν ἐπύθετο καὶ Λυδίαν καθ ὃν ἦν καιρὸν ἐν ταῖς ἄνω σατραπείαις, κελεύων Ζεῦξιν τὸν αὐτοῦ στρατηγὸν καὶ ἐν τοῖς μάλιστα φίλον πέμψαι τινὰς τῶν ἡμετέρων ἐκ Βαβυλῶνος εἰς Φρυγίαν.
γράφει δ οὕτως:
"βασιλεὺς Ἀντίοχος Ζεύξιδι τῷ πατρὶ χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτός. πυνθανόμενος τοὺς ἐν Λυδίᾳ καὶ Φρυγίᾳ νεωτερίζοντας μεγάλης ἐπιστροφῆς ἡγησάμην τοῦτό μοι δεῖσθαι, καὶ βουλευσαμένῳ μοι μετὰ τῶν φίλων, τί δεῖ ποιεῖν, ἔδοξεν εἰς τὰ φρούρια καὶ τοὺς ἀναγκαιοτάτους τόπους τῶν ἀπὸ τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας Ιοὐδαίων οἴκους δισχιλίους σὺν ἐπισκευῇ μεταγαγεῖν.
πέπεισμαι γὰρ εὔνους αὐτοὺς ἔσεσθαι τῶν ἡμετέρων φύλακας διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, καὶ μαρτυρουμένους δ αὐτοὺς ὑπὸ τῶν προγόνων εἰς πίστιν οἶδα καὶ προθυμίαν εἰς ἃ παρακαλοῦνται:
βούλομαι τοίνυν καίπερ ἐργώδους ὄντος τοῦ μεταγαγεῖν ὑποσχομένους νόμοις αὐτοὺς χρῆσθαι τοῖς ἰδίοις. ὅταν δ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τ οἰκοδομίας οἰκιῶν αὐτοῖς δώσεις τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπὶ ἔτη δέκα.
μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς καρποὺς λαμβάνωσιν σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς:
διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπηρετοῦσιν τὸ αὔταρκες, ἵνα τῆς παρ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.
" περὶ μὲν οὖν τῆς Ἀντιόχου φιλίας τοῦ μεγάλου πρὸς Ιοὐδαίους ταῦτα ἡμῖν ἀποχρώντως εἰρήσθω μαρτύρια. Μετὰ δὲ ταῦτα φιλίαν καὶ σπονδὰς πρὸς Πτολεμαῖον Ἀντίοχος ἐποιήσατο καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα Κλεοπάτραν πρὸς γάμον παραχωρήσας αὐτῷ τῆς κοίλης Συρίας καὶ Σαμαρείας καὶ Ιοὐδαίας καὶ Φοινίκης φερνῆς ὀνόματι.
καὶ διαιρεθέντων εἰς ἀμφοτέρους τοὺς βασιλέας τῶν φόρων τὰς ἰδίας ἕκαστοι τῶν ἐπισήμων ὠνοῦντο πατρίδας φορολογεῖν καὶ συναθροίζοντες τὸ προστεταγμένον κεφάλαιον τοῖς βασιλεῦσιν ἐτέλουν.
ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ιοὐδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες:
ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου. τελευτήσαντος γὰρ Ἐλεαζάρου τὴν ἀρχιερωσύνην ὁ θεῖος αὐτοῦ Μανασσῆς παρέλαβεν, μεθ ὃν καταστρέψαντα τὸν βίον Ὀνίας τὴν τιμὴν ἐξεδέξατο Σίμωνος υἱὸς ὢν τοῦ δικαίου κληθέντος:
Σίμων δ ἦν ἀδελφὸς Ἐλεαζάρου, καθὼς προεῖπον. οὗτος ὁ Ὀνίας βραχὺς ἦν τὴν διάνοιαν καὶ χρημάτων ἥττων καὶ διὰ τοῦτο τὸν ὑπὲρ τοῦ λαοῦ φόρον, ὃν τοῖς βασιλεῦσιν οἱ πατέρες αὐτοῦ ἐτέλουν ἐκ τῶν ἰδίων, τάλαντα εἴκοσιν ἀργυρίου μὴ δούς, εἰς ὀργὴν ἐκίνησεν τὸν βασιλέα Πτολεμαῖον [τὸν Εὐεργέτην, ὃς ἦν πατὴρ τοῦ Φιλοπάτορος].
καὶ πέμψας εἰς Ιἑροσόλυμα πρεσβευτὴν ᾐτιᾶτο τὸν Ὀνίαν ὡς οὐκ ἀποδιδόντα τοὺς φόρους καὶ ἠπείλει κληρουχήσειν αὐτῶν τὴν γῆν οὐκ ἀπολαβὼν καὶ πέμψειν τοὺς ἐνοικήσοντας στρατιώτας.
ἀκούσαντες δὲ τὰ παρὰ τοῦ βασιλέως οἱ Ιοὐδαῖοι συνεχύθησαν, τὸν δὲ Ὀνίαν τούτων ἐδυσώπει διὰ τὴν φιλοχρηματίαν οὐδέν. ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, δι ἃ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν.
εἰ δ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς δι αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ ἢ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων ἢ μέρους.
τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν.
φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν ὁ Ιὤσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου:
πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν. καὶ τὸ μὲν πλῆθος τούτων ἀκοῦσαν εὐχαριστεῖ τῷ Ιὠσήπῳ, καταβὰς δ αὐτὸς ἐκ τοῦ ἱεροῦ ξενίᾳ τε ὑποδέχεται τὸν παρὰ τοῦ Πτολεμαίου πεπρεσβευκότα καὶ δωρησάμενος αὐτὸν πολυτελέσι δωρεαῖς καὶ ἐπὶ πολλὰς ἑστιάσας φιλοτίμως ἡμέρας προέπεμψε πρὸς τὸν βασιλέα, φράσας αὐτῷ καὶ αὐτὸς ἀκολουθήσειν:
καὶ γὰρ ἔτι μᾶλλον γεγόνει πρόθυμος πρὸς τὴν ἄφιξιν τὴν παρὰ τὸν βασιλέα τοῦ πρεσβευτοῦ προτρεψαμένου καὶ παρορμήσαντος εἰς Αἴγυπτον ἐλθεῖν καὶ πάντων ὧν ἂν δέηται παρὰ Πτολεμαίου τυχεῖν αὐτὸν ποιήσειν ὑποσχομένου:
τὸ γὰρ ἐλευθέριον αὐτοῦ καὶ τὸ σεμνὸν τοῦ ἤθους λίαν ἠγάπησεν. Καὶ ὁ μὲν πρεσβευτὴς ἐλθὼν εἰς Αἴγυπτον ἀπήγγειλεν τῷ βασιλεῖ τὴν τοῦ Ὀνίου ἀγνωμοσύνην καὶ περὶ τῆς τοῦ Ιὠσήπου χρηστότητος ἐδήλου, καὶ ὅτι μέλλοι πρὸς αὐτὸν ἥξειν παραιτησόμενος τῶν ἁμαρτημάτων τὸ πλῆθος:
εἶναι γὰρ αὐτοῦ προστάτην: ἀμέλει τοσαύτῃ [περὶ] τῶν ἐγκωμίων τῶν περὶ τοῦ νεανίσκου διετέλεσε χρώμενος περιουσίᾳ, ὥστε καὶ τὸν βασιλέα καὶ τὴν γυναῖκα αὐτοῦ Κλεοπάτραν προδιέθηκεν οἰκείως ἔχειν πρὸς τὸν Ιὤσηπον οὔπω παρόντα. ὁ δὲ Ιὤσηπος διαπέμψας πρὸς τοὺς φίλους εἰς Σαμάρειαν καὶ δανεισάμενος ἀργύριον καὶ τὰ πρὸς τὴν ἀποδημίαν ἑτοιμασάμενος ἐσθῆτάς τε καὶ ἐκπώματα καὶ ὑποζύγια, καὶ ταῦθ ὡς περὶ δισμυρίας δραχμὰς παρασκευασάμενος εἰς Ἀλεξάνδρειαν παρεγένετο.
ἔτυχεν δὲ κατ ἐκεῖνον τὸν καιρὸν πάντας ἀναβαίνειν τοὺς ἀπὸ τῶν πόλεων τῶν τῆς Συρίας καὶ Φοινίκης πρώτους καὶ τοὺς ἄρχοντας ἐπὶ τὴν τῶν τελῶν ὠνήν:
κατ ἔτος δὲ αὐτὰ τοῖς δυνατοῖς τῶν ἐν ἑκάστῃ πόλει ἐπίπρασκεν ὁ βασιλεύς. ὁρῶντες οὖν οὗτοι κατὰ τὴν ὁδὸν τὸν Ιὤσηπον ἐχλεύαζον ἐπὶ πενίᾳ καὶ λιτότητι.
ὡς δ εἰς τὴν Ἀλεξάνδρειαν ἀφικόμενος ἐν Μέμφει τὸν Πτολεμαῖον ἤκουσεν ὄντα, ὑπαντησάμενος συνέβαλεν αὐτῷ. καθεζομένου δὲ τοῦ βασιλέως ἐπ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δ ἦν ὁ πρεσβεύσας εἰς Ιἑροσόλυμα καὶ παρὰ Ιὠσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν ὁ Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ιἑροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἰή καὶ φιλότιμος νεανίσκος.
ὁ δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν.
ὁ δέ "συγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας: οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα, ὥστε μηδὲν αἰτιᾶσθαι. " ἡσθεὶς δ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν.
γενομένου δ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ιὤσηπον ἀηδῶς ἔφερον.
Ἐνστάσης δὲ τῆς ἡμέρας, καθ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες.
εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ιοὐδαίας σὺν τῇ Σαμαρείᾳ, προσελθὼν Ιὤσηπος τοὺς μὲν ὠνουμένους διέβαλλεν ὡς συνθεμένους ὀλίγην αὐτῷ τιμὴν ὑφίστασθαι τῶν τελῶν, αὐτὸς δὲ διπλασίονα δώσειν ὑπισχνεῖτο καὶ τῶν ἁμαρτόντων εἰς τὸν οἶκον αὐτοῦ τὰς οὐσίας ἀναπέμψειν αὐτῷ: καὶ γὰρ τοῦτο τοῖς τέλεσι συνεπιπράσκετο.
τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρ ἀστείως ἀπεκρίνατο:
"δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, οἷς οὐκ ἀπιστήσετε. " λέγειν δὲ τούτους οἵτινες εἰε῀ν εἰπόντος, "αὐτόν, εἶπεν, ὦ βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι.
" γελάσας δ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη. τοῦτο σφόδρα τοὺς ἀπὸ τῶν πόλεων εἰς τὴν Αἴγυπτον ἐλθόντας ἐλύπησεν ὡς παρευδοκιμηθέντας.
καὶ οἱ μὲν ἐπανῆκον εἰς τὰς ἰδίας ἕκαστοι πατρίδας μετ αἰσχύνης. Ὁ δὲ Ιὤσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν.
γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα.
θαυμάσας δ αὐτὸν ὁ Πτολεμαῖος τοῦ φρονήματος καὶ τῶν πεπραγμένων ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ τι βούλεται.
ταῦτ ἀκούσαντες οἱ Σύροι κατεπλάγησαν καὶ παράδειγμα τῆς ἀπειθείας χαλεπὸν ἔχοντες τοὺς τῶν Ἀσκαλωνιτῶν ἄνδρας ἀνῃρημένους ἀνοίγοντες τὰς πύλας ἐδέχοντο προθύμως τὸν Ιὤσηπον καὶ τοὺς φόρους ἐτέλουν. ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ.
συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο:
πολλὰ γὰρ ὑπὸ χεῖρα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ δῶρα ἔπεμπεν καὶ τοῖς φίλοις αὐτῶν καὶ πᾶσιν τοῖς περὶ τὴν αὐλὴν δυνατοῖς ὠνούμενος διὰ τούτων τὴν εὔνοιαν τὴν παρ αὐτῶν.
Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα.
γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης:
τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὡρ´αν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπ ἀξιώματος Ιοὐδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ιοὐδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστ ἐκπλῆσαι τὴν ἐπιθυμίαν. ὁ δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν.
ὁ δ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα. τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δ ἧς ἐρᾷ μετ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα ἢ περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ιὤσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν.
ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος ὁ παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον.
δοὺς αὐτῷ τριακόσια ζεύγη βοῶν, ἐξέπεμψεν ὁδὸν ἡμερῶν δύο εἰς τὴν ἐρημίαν σπεροῦντα τὴν γῆν ἀποκρύψας τοὺς ζευκτῆρας ἱμάντας.
ὁ δὲ γενόμενος ἐν τῷ τόπῳ καὶ τοὺς ἱμάντας οὐκ ἔχων, τῆς μὲν τῶν βοηλατῶν γνώμης κατηλόγησεν συμβουλευόντων πέμπειν πρὸς τὸν πατέρα κομιοῦντάς τινας τοὺς ἱμάντας, τὸν δὲ καιρὸν ἡγησάμενος μὴ δεῖν ἀπολλύναι περιμένοντα τοὺς ἀποσταλησομένους ἐπενόησέν τι στρατηγικὸν καὶ τῆς ἡλικίας πρεσβύτερον.
κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν ὁ πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν.
ἐλθόντα δ ὁ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν.
Ὡς δ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα.
τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν.
ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ.
διαλιπὼν δὲ ὀλίγον ὁ παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὑρ´ῃ καλλίστων καὶ πολυτελῶν χρήματα.
ὁ δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων:
ὁ γὰρ Ιὤσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν.
πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὡρ´μησεν.
ἐξελθόντος δ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵν αὐτὸν διαφθείρωσιν. Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δ αὐτὸν αἰτήσειν δέκα ἢ βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν [ὡς] πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος:
δώσειν δ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ. παροξυνθεὶς δ ὁ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν.
τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν ὁ Ἀρίων ἐν τιμῇ παρ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν ἡ Κλεοπάτρα. ὁ δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον:
ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν.
τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ: κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ. τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν:
διαφέρειν γὰρ οὐδὲν ἢ μικρὸν εἶναί τινα δεσπότην ἢ μέγαν: ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι. " ταῦτ ἀκούσας ὁ Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν. Μαθὼν δὲ ὁ Ἀρίων, ὅτι τοῦτον ὁ βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη.
καὶ τρεῖς διαλιπὼν ἡμέρας ὁ Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας. οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν.
λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην. κληθεὶς δ ἐφ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων.
τῶν δὲ συγκατακειμένων πάντων τῶν μερῶν τὰ ὀστᾶ, ἀφῄρουν γὰρ αὐτοὶ τὰς σάρκας, σωρευόντων ἔμπροσθεν τοῦ Ὑρκανοῦ, ὡς πληρῶσαι τὴν παρακειμένην αὐτῷ τράπεζαν, Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, "ὁρᾷς, εἶπεν, ὦ δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ·
ἐκ τούτου στόχασαι, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.
" γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, ὅτι τοσαῦτ αὐτῷ παράκειται ὀστᾶ, "εἰκότως, εἶπεν, ὦ δέσποτα:
τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασιν κατεσθίειν, ὥσπερ οὗτοι" πρὸς τοὺς κατακειμένους ἐπιβλέπων, ὅτι μηθὲν ἔμπροσθεν αὐτῶν ἔκειτο, "οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσιν, τὰ δ ὀστᾶ ῥίπτουσιν, ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα. " ὁ δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν.
τῇ δ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ.
τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν:
πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις. χαιρόντων δ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ιὠσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, ὁ δ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ.
πάντων δὲ θαυμασάντων τὴν παρ ἐλπίδα τῶν δώρων πολυτέλειαν καὶ τῶν βασιλέων αὐτῶν, καὶ τοῖς φίλοις ἔτι καὶ τοῖς περὶ τὴν θεραπείαν τοῦ βασιλέως οὖσιν πολλῶν ἄξια ταλάντων δῶρα ἔδωκεν, ὡς διαφυγεῖν τὸν ἐξ αὐτῶν κίνδυνον:
τούτοις γὰρ ἐγεγράφεισαν αὐτοῦ οἱ ἀδελφοὶ διαχρήσασθαι τὸν Ὑρκανόν. Πτολεμαῖος δὲ τὴν μεγαλοψυχίαν ἀγασάμενος τοῦ μειρακίου προσέταξεν αὐτῷ δωρεὰν ἣν βούλεται λαμβάνειν.
ὁ δ οὐδὲν πλέον ἠξίωσεν αὐτῷ γενέσθαι παρ αὐτοῦ ἢ γράψαι τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περὶ αὐτοῦ. τιμήσας οὖν αὐτὸν φιλοτιμότατα καὶ δωρεὰς δοὺς λαμπρὰς καὶ τῷ τε πατρὶ γράψας καὶ τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς ἡγεμόσιν αὐτοῦ καὶ ἐπιτρόποις ἐξέπεμψεν.
ἀκούσαντες δὲ οἱ ἀδελφοὶ τούτων τετυχηκότα τὸν Ὑρκανὸν παρὰ τοῦ βασιλέως καὶ μετὰ μεγάλης ἐπανερχόμενον τιμῆς, ἐξῆλθον ὑπαντησόμενοι καὶ διαφθεροῦντες αὐτὸν καὶ τοῦ πατρὸς εἰδότος:
ὀργιζόμενος γὰρ αὐτῷ ἕνεκεν τῶν εἰς τὰς δωρεὰς χρημάτων οὐκ ἐφρόντιζεν τῆς σωτηρίας αὐτοῦ. τὴν ὀργὴν μέντοι τὴν πρὸς τὸν υἱὸν ὁ Ιὤσηπος ἀπεκρύπτετο φοβούμενος τὸν βασιλέα. συμβαλόντων δ αὐτῷ τῶν ἀδελφῶν εἰς μάχην ἄλλους τε τῶν σὺν αὐτοῖς πολλοὺς ἀπέκτεινεν καὶ δύο τῶν ἀδελφῶν, οἱ δὲ λοιποὶ διεσώθησαν εἰς Ιἑροσόλυμα πρὸς τὸν πατέρα.
παραγενόμενον δ αὐτὸν εἰς τὴν πόλιν ἐπεὶ μηδεὶς ἐδέχετο, δείσας ἀνεχώρησεν εἰς τὴν πέραν τοῦ Ιὀρδάνου ποταμοῦ κἀκεῖ διέτριβεν φορολογῶν τοὺς βαρβάρους. Ἐβασίλευσεν δὲ κατ ἐκεῖνον τὸν καιρὸν τῆς Ἀσίας Σέλευκος ὁ Σωτὴρ ἐπικαλούμενος υἱὸς ὢν Ἀντιόχου τοῦ μεγάλου.
τελευτᾷ δὲ καὶ ὁ τοῦ Ὑρκανοῦ πατὴρ Ιὤσηπος ἀνὴρ ἀγαθὸς γενόμενος καὶ μεγαλόφρων, καὶ τὸν τῶν Ιοὐδαίων λαὸν ἐκ πτωχείας καὶ πραγμάτων ἀσθενῶν εἰς λαμπροτέρας ἀφορμὰς τοῦ βίου καταστήσας, εἴκοσι ἔτη καὶ δύο τὰ τέλη τῆς Συρίας καὶ τῆς Φοινίκης καὶ Σαμαρείας κατασχών.
ἀπέθανεν δὲ καὶ ὁ θεῖος αὐτοῦ Ὀνίας τὴν ἀρχιερωσύνην Σίμωνι τῷ παιδὶ καταλιπών. Τελευτήσαντος δὲ καὶ τούτου ὁ υἱὸς αὐτοῦ διάδοχος τῆς τιμῆς Ὀνίας γίνεται, πρὸς ὃν ὁ Λακεδαιμονίων βασιλεὺς Ἄρειος πρεσβείαν τε ἔπεμψεν καὶ ἐπιστολάς, ὧν τὸ ἀντίγραφόν ἐστι τοιοῦτο:
"βασιλεὺς Λακεδαιμονίων Ἄρειος Ὀνίᾳ χαίρειν. ἐντυχόντες γραφῇ τινι εὑρ´ομεν, ὡς ἐξ ἑνὸς εἰε῀ν γένους Ιοὐδαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἐκ τῆς πρὸς Ἄβραμον οἰκειότητος.
δίκαιον οὖν ἐστιν ἀδελφοὺς ὑμᾶς ὄντας διαπέμπεσθαι πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλησθε. ποιήσομεν δὲ καὶ ἡμεῖς τοῦτο, καὶ τά τε ὑμέτερα ἴδια νομιοῦμεν καὶ τὰ αὑτῶν κοινὰ πρὸς ὑμᾶς ἕξομεν.
Δημοτέλης ὁ φέρων τὰ γράμματα διαπέμπει τὰς ἐπιστολάς. τὰ γεγραμμένα ἐστὶν τετράγωνα: ἡ σφραγίς ἐστιν ἀετὸς δράκοντος ἐπειλημμένος. Ἡ μὲν οὖν ἐπιστολὴ ἡ πεμφθεῖσα ὑπὸ τοῦ Λακεδαιμονίων βασιλέως τοῦτον περιεῖχε τὸν τρόπον.
ἀποθανόντος δὲ Ιὠσήπου τὸν λαὸν συνέβη στασιάσαι διὰ τοὺς παῖδας αὐτοῦ. τῶν γὰρ πρεσβυτέρων πόλεμον ἐξενεγκαμένων πρὸς Ὑρκανόν, ὃς ἦν νεώτατος τῶν Ιὠσήπου τέκνων, διέστη τὸ πλῆθος. καὶ οἱ μὲν πλείους τοῖς πρεσβυτέροις συνεμάχουν καὶ ὁ ἀρχιερεὺς Σίμων διὰ τὴν συγγένειαν:
ὁ δὲ Ὑρκανὸς ἐπανελθεῖν μὲν οὐκέτι ἔγνω εἰς Ιἑροσόλυμα, προσκαθίσας δὲ τοῖς πέραν τοῦ Ιὀρδάνου συνεχῶς ἐπολέμει τοὺς Ἄραβας, ὡς πολλοὺς αὐτῶν καὶ ἀποκτεῖναι καὶ λαβεῖν αἰχμαλώτους. ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν.
ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν.
ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, ἃ καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν. τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα δι αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν:
καὶ ταῦτ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν. προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι.
καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος ὁ τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ιοὐδαίας πέραν τοῦ Ιὀρδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος. ἦρξε δ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν.
ἀποθανόντος δὲ τούτου μετ αὐτὸν ὁ ἀδελφὸς Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν. τελευτᾷ δὲ καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν ὁ μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ ὁ νεώτερος.
Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος.
τὴν δ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ [Ιἠσοῦ] τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν:
ὁ γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα. Ιἠσοῦς δέ, οὗτος γὰρ ἦν ὁ τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα.
Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἡ ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. ὁ μὲν οὖν Ιἠσοῦς Ιἄσονα αὑτὸν μετωνόμασεν, ὁ δὲ Ὀνίας ἐκλήθη Μενέλαος.
τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ιἄσονι συνελάμβανεν, ὑφ οὗ καὶ πονούμενοι ὅ τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν.
παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ιἑροσολύμοις.
συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἰε῀ν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα. Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων.
γενόμενος οὖν μετὰ πολλῆς δυνάμεως κατὰ τὸ Πηλούσιον καὶ δόλῳ τὸν Φιλομήτορα Πτολεμαῖον ἐκπεριελθὼν καταλαμβάνει τὴν Αἴγυπτον, καὶ γενόμενος ἐν τοῖς περὶ Μέμφιν τόποις καὶ κατασχὼν ταύτην ὡρ´μησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ὡς πολιορκίᾳ παραστησόμενος αὐτὴν καὶ τὸν ἐκεῖ βασιλεύοντα χειρωσόμενος Πτολεμαῖον.
ἀπεκρούσθη δ οὐ τῆς Ἀλεξανδρείας μόνον, ἀλλὰ καὶ τῆς ὅλης Αἰγύπτου, Ῥωμαίων αὐτῷ παραγγειλάντων ἀπέχεσθαι τῆς χώρας, καθὼς ἤδη που καὶ πρότερον ἐν ἄλλοις δεδηλώκαμεν.
διηγήσομαι δὲ κατὰ μέρος τὰ περὶ τοῦτον τὸν βασιλέα, ὡς τήν τε Ιοὐδαίαν ἐχειρώσατο καὶ τὸν ναόν:
ἐν γὰρ τῇ πρώτῃ μου πραγματείᾳ κεφαλαιωδῶς αὐτῶν ἐπιμνησθεὶς ἀναγκαῖον ἡγησάμην νῦν εἰς τὴν ἐπ ἀκριβὲς αὐτῶν ἐπανελθεῖν ὑφήγησιν. Ὑποστρέψας ἀπὸ τῆς Αἰγύπτου διὰ τὸ παρὰ Ῥωμαίων δέος ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ τὴν Ιἑροσολυμιτῶν πόλιν ἐξεστράτευσεν, καὶ γενόμενος ἐν αὐτῇ ἔτει ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ μετὰ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀμαχητὶ λαμβάνει τὴν πόλιν ἀνοιξάντων αὐτῷ τὰς πύλας ὅσοι τῆς ἐκείνου προαιρέσεως ἦσαν.
ἐγκρατὴς δ οὕτως τῶν Ιἑροσολύμων γενόμενος πολλοὺς ἀπέκτεινεν τῶν τἀναντία φρονούντων καὶ χρήματα πολλὰ συλήσας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
Συνέβη δὲ μετὰ ἔτη δύο τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ πέμπτῳ ἔτει μηνὸς πέμπτῃ καὶ εἰκάδι, ὃς καλεῖται κατὰ μὲν ἡμᾶς Ἐξελέους, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος, ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ μετὰ πολλῆς δυνάμεως ἀναβῆναι τὸν βασιλέα εἰς Ιἑροσόλυμα καὶ προσποιησάμενον εἰρήνην ἀπάτῃ περιγενέσθαι τῆς πόλεως.
ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι.
περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι λυχνίας χρυσᾶς καὶ βωμὸν χρύσεον καὶ τράπεζαν καὶ τὰ θυσιαστήρια, καὶ μηδὲ τῶν καταπετασμάτων ἀποσχόμενος, ἅπερ ἦν ἐκ βύσσου καὶ κόκκου πεποιημένα, κενώσας δὲ καὶ τοὺς θησαυροὺς τοὺς ἀποκρύφους καὶ μηδὲν ὅλως ὑπολιπών, εἰς μέγα τοὺς Ιοὐδαίους ἐπὶ τούτοις πένθος ἐνέβαλεν.
καὶ γὰρ τὰς καθημερινὰς θυσίας, ἃς προσέφερον τῷ θεῷ κατὰ τὸν νόμον, ἐκώλυσεν αὐτοὺς προσφέρειν, καὶ διαρπάσας πᾶσαν τὴν πόλιν τοὺς μὲν ἀπέκτεινεν τοὺς δ αἰχμαλώτους γυναιξὶν ἅμα καὶ τέκνοις ἔλαβεν, ὡς τῶν ζωγρηθέντων περὶ μυρίους γενέσθαι τὸ πλῆθος.
ἐνέπρησε δ αὐτῆς τὰ κάλλιστα καὶ καταβαλὼν τὰ τείχη τὴν ἐν τῇ κάτω πόλει ᾠκοδόμησεν ἄκραν:
ἦν γὰρ ὑψηλὴ καὶ ὑπερκειμένη τὸ ἱερόν: καὶ διὰ τοῦτο αὐτὴν ὀχυρώσας τείχεσιν ὑψηλοῖς καὶ πύργοις φρουρὰν Μακεδονικὴν ἐγκατέστησεν. ἔμενον δ οὐδὲν ἧττον ἐν τῇ ἄκρᾳ καὶ τοῦ πλήθους οἱ ἀσεβεῖς καὶ πονηροὶ τὸν τρόπον, ὑφ ὧν πολλὰ καὶ δεινὰ τοὺς πολίτας συνέβη παθεῖν. ἐποικοδομήσας δὲ καὶ τῷ θυσιαστηρίῳ βωμὸν ὁ βασιλεὺς σύας ἐπ αὐτοῦ κατέσφαξε, θυσίαν οὐ νόμιμον οὐδὲ πάτριον τῇ Ιοὐδαίων θρησκείᾳ ταύτην ἐπιτελῶν.
ἠνάγκασε δ αὐτοὺς ἀφεμένους τὴν περὶ τὸν αὐτῶν θεὸν θρησκείαν τοὺς ὑπ αὐτοῦ νομιζομένους σέβεσθαι, οἰκοδομήσαντας δὲ ἐν ἑκάστῃ πόλει καὶ κώμῃ τεμένη αὐτῶν καὶ βωμοὺς καθιδρύσαντας θύειν ἐπ αὐτοῖς σῦς καθ ἡμέραν. ἐκέλευσε δὲ καὶ μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, κολάσειν ἀπειλήσας εἴ τις παρὰ ταῦτα ποιῶν εὑρεθείη.
κατέστησε δὲ καὶ ἐπισκόπους, οἳ προσαναγκάσουσιν αὐτοὺς τὰ ἐπεσταλμένα ποιεῖν. καὶ πολλοὶ μὲν τῶν Ιοὐδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ δι εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς ὁ βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον ἢ τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον.
καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες.
ἠφανίζετο δ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο. Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ιοὐδαίους οὐκέθ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν:
καὶ γάρ εἰσιν τούτων ἄποικοι. πέμψαντες οὖν πρὸς τὸν Ἀντίοχον πρέσβεις καὶ ἐπιστολὴν ἐδήλουν τὰ ὑπογεγραμμένα:
"βασιλεῖ Ἀντιόχῳ θεῷ ἐπιφανεῖ ὑπόμνημα παρὰ τῶν ἐν Σικίμοις Σιδωνίων. οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ιοὐδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπ αὐτοῦ τὰς καθηκούσας θυσίας.
σοῦ δὲ τοῖς Ιοὐδαίοις τῆς πονηρίας αὐτῶν ἀξίως χρησαμένου, οἱ τὰ βασιλικὰ διοικοῦντες οἰόμενοι κατὰ συγγένειαν ἡμᾶς ταὐτὰ ποιεῖν ἐκείνοις ταῖς ὁμοίαις αἰτίαις περιάπτουσιν, ὄντων ἡμῶν τὸ ἀνέκαθεν Σιδωνίων, καὶ τοῦτο φανερόν ἐστιν ἐκ τῶν πολιτικῶν ἀναγραφῶν.
ἀξιοῦμεν οὖν σε τὸν εὐεργέτην καὶ σωτῆρα προστάξαι Ἀπολλωνίῳ τῷ μεριδάρχῃ καὶ Νικάνορι τῷ τὰ βασιλικὰ πράττοντι μηδὲν ἡμῖν ἐνοχλεῖν προσάπτουσι τὰς τῶν Ιοὐδαίων αἰτίας, ἡμῶν καὶ τῷ γένει καὶ τοῖς ἔθεσιν ἀλλοτρίων ὑπαρχόντων, προσαγορευθῆναι δὲ τὸ ἀνώνυμον ἱερὸν Διὸς Ἑλληνίου:
γενομένου γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δ ἔργοις μετὰ ἀδείας προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους. " ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς ὁ βασιλεὺς τάδε:
"βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα. ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ιοὐδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλ ληνίου.
" ταῦτα δὲ καὶ Ἀπολλωνίῳ τῷ μεριδάρχῃ ἐπέστειλεν ἕκτῳ ἔτει καὶ τεσσαρακοστῷ μηνὸς Ἑκατομβαιῶνος Ὑρκανίου ὀκτωκαιδεκάτῃ.
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἦν τις οἰκῶν ἐν Μωδαῒ κώμῃ τῆς Ιοὐδαίας, ὄνομα Ματταθίας, υἱὸς Ιωἄννου τοῦ Συμεῶνος τοῦ Ἀσαμωναίου, ἱερεὺς ἐξ ἐφημερίδος Ιὤαβος, Ιἑροσολυμίτης.
ἦσαν δ αὐτῷ υἱοὶ πέντε, Ιωἄννης ὁ καλούμενος Γάδδης καὶ Σίμων ὁ κληθεὶς Θάτις καὶ Ιοὔδας ὁ καλούμενος Μακαβαῖος καὶ Ἐλεάζαρος ὁ κληθεὶς Αὐρὰν καὶ Ιὠνάθης ὁ κληθεὶς Ἀφφοῦς.
οὗτος οὖν ὁ Ματταθίας ἀπωδύρετο τοῖς τέκνοις τὴν κατάστασιν τῶν πραγμάτων καὶ τήν τε τῆς πόλεως διαρπαγὴν καὶ τοῦ ναοῦ τὴν σύλησιν καὶ τοῦ πλήθους τὰς συμφοράς, ἔλεγέν τε κρεῖττον αὐτοῖς εἶναι ὑπὲρ τῶν πατρίων νόμων ἀποθανεῖν ἢ ζῆν οὕτως ἀσεβῶς.
κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, ὁ Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν ἢ διὰ φόβον ἢ δι εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν.
καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, "εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί," καὶ ταῦτ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ.
τὸ δ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον.
ἀκούσαντες δὲ ταῦθ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ιἑροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ιοὐδαίους. καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ:
μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας:
τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες: ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν.
ὁ δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι.
ταῦτ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι.
ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη:
πολλοὶ γὰρ δι εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη: τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών. ἀλλ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ᾗ ζήσεσθε μετ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει:
θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον.
μάλιστα δ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς ὅ τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς.
καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε, Μακαβαῖον δὲ τῆς στρατιᾶς δι ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε: τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους.
προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε. Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων ὁ παῖς αὐτοῦ Ιοὔδας ὁ καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ.
συναραμένων δ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν.
Ταῦτ ἀκούσας Ἀπολλώνιος ὁ τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὡρ´μησεν ἐπὶ τὸν Ιοὔδαν.
ὁ δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, ᾗ χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν. Σήρων δ ὁ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ιοὔδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν.
συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ιοὐδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ιοὔδαν παρεγίγνετο:
προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ιοὐδαίας αὐτόθι στρατοπεδεύεται. ὁ δὲ Ιοὔδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ δι ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν.
καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας:
τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις. ταῦτ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους:
πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὡρ´μησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους: οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἐάρος εἰς τὴν Ιοὐδαίαν ἐμβαλεῖν.
ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν.
τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης φροντίδος ἐνετείλατο ἑώς ἂν οὗ παραγένηται, καταστρεψάμενον δὲ τὴν Ιοὐδαίαν καὶ τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ιἑροσόλυμα καὶ τὸ γένος αὐτῶν ἀπολέσαι.
καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ ὁ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας.
Ὁ δὲ Λυσίας ἐπιλεξάμενος Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τῶν τοῦ βασιλέως, καὶ παραδοὺς αὐτοῖς πεζῆς μὲν δυνάμεως μυριάδας τέσσαρας, ἱππεῖς δὲ ἑπτακισχιλίους, ἐξέπεμψεν ἐπὶ τὴν Ιοὐδαίαν.
οἱ δὲ ἄχρις Ἐμμαοῦ πόλεως ἐλθόντες ἐπὶ τῇ πεδινῇ καταστρατοπεδεύονται. προσγίγνονται δ αὐτοῖς σύμμαχοι ἀπό τε τῆς Συρίας καὶ τῆς πέριξ χώρας καὶ πολλοὶ τῶν πεφευγότων Ιοὐδαίων, ἔτι γε μὴν καὶ τῶν ἐμπόρων τινὲς ὡς ὠνησόμενοι τοὺς αἰχμαλωτισθησομένους, πέδας μὲν κομίζοντες αἷς δήσουσιν τοὺς ληφθησομένους, ἄργυρον δὲ καὶ χρυσὸν τιμὴν αὐτῶν καταθησόμενοι.
τὸ δὲ στρατόπεδον καὶ τὸ πλῆθος τῶν ἐναντίων Ιοὔδας κατανοήσας ἔπειθε τοὺς οἰκείους στρατιώτας θαρρεῖν καὶ παρεκελεύετο τὰς ἐλπίδας τῆς νίκης ἔχοντας ἐν τῷ θεῷ τοῦτον ἱκετεύειν τῷ πατρίῳ νόμῳ σάκκους περιθεμένους, καὶ τὸ σύνηθες αὐτῷ σχῆμα τῆς ἱκεσίας παρὰ τοὺς μεγάλους κινδύνους ἐπιδείξαντας τούτῳ δυσωπῆσαι παρασχεῖν αὐτοῖς τὸ κατὰ τῶν ἐχθρῶν κράτος.
διατάξας δὲ τὸν ἀρχαῖον αὐτοὺς τρόπον καὶ πάτριον κατὰ χιλιάρχους καὶ ταξιάρχους καὶ τοὺς νεογάμους ἀπολύσας καὶ τοὺς τὰς κτήσεις νεωστὶ πεποιημένους, ὅπως μὴ διὰ τὴν τούτων ἀπόλαυσιν φιλοζωοῦντες ἀτολμότερον μάχωνται, καταστὰς τοιούτοις παρώρμα λόγοις πρὸς τὸν ἀγῶνα τοὺς αὐτοῦ στρατιώτας:
"καιρὸς μὲν [οὖν] ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ὦ ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται:
νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ δι αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν. ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δ ἦν ὁ κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, ἢ τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων, οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες:
ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.
Καὶ ὁ μὲν Ιοὔδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν.
τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ιοὔδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ιοὐδαίων, αἰσθόμενος ὁ τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως. καθ ὡρ´αν οὖν δειπνοποιησάμενος καὶ πολλὰ πυρὰ καταλιπὼν ἐπὶ τοῦ στρατοπέδου δι ὅλης ὥδευε τῆς νυκτὸς ἐπὶ τοὺς ἐν Ἐμμαοῖ τῶν πολεμίων.
οὐχ εὑρὼν δ ἐν τῷ στρατοπέδῳ τοὺς ἐχθροὺς ὁ Γοργίας, ἀλλ ὑπονοήσας ἀναχωρήσαντας αὐτοὺς ἐν τοῖς ὄρεσι κεκρύφθαι, πορευθεὶς ἔγνω ζητεῖν, ὅπου ποτ εἰε῀ν. περὶ δὲ τὸν ὄρθρον ἐπιφαίνεται τοῖς ἐν Ἐμμαοῖ πολεμίοις ὁ Ιοὔδας μετὰ τρισχιλίων φαύλως ὡπλισμένων διὰ πενίαν, καὶ θεασάμενος τοὺς ἐχθροὺς ἄριστα πεφραγμένους καὶ μετ ἐμπειρίας πολλῆς ἐστρατοπεδευμένους, προτρεψάμενος τοὺς ἰδίους, ὡς καὶ γυμνοῖς τοῖς σώμασιν μάχεσθαι δεῖ καὶ τὸ θεῖον ἤδη που καὶ τοῖς οὕτως ἔχουσιν τὸ κατὰ τῶν πλειόνων καὶ ὡπλισμένων κράτος ἔδωκεν ἀγασάμενον αὐτοὺς τῆς εὐψυχίας, ἐκέλευσε σημῆναι τοὺς σαλπιγκτάς.
ἔπειτ ἐμπεσὼν ἀπροσδοκήτοις τοῖς πολεμίοις καὶ ἐκπλήξας αὐτῶν τὴν διάνοιαν καὶ ταράξας πολλοὺς μὲν ἀπέκτεινεν ἀνθισταμένους, τοὺς δὲ λοιποὺς διώκων ἦλθεν ἄχρι Γαζάρων καὶ τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ιἀμνείας:
ἔπεσόν τε αὐτῶν ὡς περὶ τρισχιλίους. Ιοὔδας δὲ τῶν μὲν σκύλων παρεκελεύετο μὴ ἐπιθυμεῖν τοὺς αὐτοῦ στρατιώτας:
ἔτι γὰρ αὐτοῖς ἀγῶνά τινα καὶ μάχην [εἶναι] πρὸς Γοργίαν καὶ τὴν σὺν αὐτῷ δύναμιν: κρατήσαντας δὲ καὶ τούτων τότε σκυλεύσειν ἐπ ἀδείας ἔλεγεν τοῦτο μόνον ἔχοντας καὶ μηδὲν ἕτερον ἐκδεχομένους. ἔτι δὲ αὐτοῦ διαλεγομένου ταῦτα πρὸς τοὺς στρατιώτας ὑπερκύψαντες οἱ τοῦ Γοργίου τὴν μὲν στρατιὰν ἣν ἐν τῇ παρεμβολῇ κατέλιπον ὁρῶσιν τετραμμένην, τὸ δὲ στρατόπεδον ἐμπεπρησμένον:
ὁ γὰρ καπνὸς αὐτοῖς πόρρωθεν οὖσιν τοῦ συμβεβηκότος δήλωσιν ἔφερεν. ὡς οὖν ταῦθ οὕτως ἔχοντα ἔμαθον οἱ σὺν Γοργίᾳ καὶ τοὺς μετὰ Ιοὔδου πρὸς παράταξιν ἑτοίμους κατενόησαν, καὶ αὐτοὶ δείσαντες εἰς φυγὴν ἐτράπησαν.
ὁ δὲ Ιοὔδας ὡς ἀμαχητὶ τῶν μετὰ Γοργίου στρατιωτῶν ἡττημένων ὑποστρέψας ἀνῃρεῖτο τὰ σκῦλα, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον καὶ πορφύραν καὶ ὑάκινθον λαβὼν εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων καὶ ὑμνῶν τὸν θεὸν ἐπὶ τοῖς κατωρθωμένοις:
οὐ μικρὰ γὰρ αὐτοῖς ἡ νίκη πρὸς τὴν ἐλευθερίαν συνεβάλλετο. Λυσίας δὲ συγχυθεὶς ἐπὶ τῇ τῶν ἐκπεμφθέντων ἥττῃ τῷ ἐχομένῳ ἔτει μυριάδας ἀνδρῶν ἐπιλέκτων ἀθροίσας ἓξ καὶ πεντακισχιλίους λαβὼν ἱππεῖς ἐνέβαλεν εἰς τὴν Ιοὐδαίαν, καὶ ἀναβὰς εἰς τὴν ὀρεινὴν ἐν Βεθσούροις κώμῃ τῆς Ιοὐδαίας ἐστρατοπεδεύσατο.
ἀπήντησε δὲ μετὰ μυρίων Ιοὔδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος.
ἀμέλει κατανοήσας ὁ Λυσίας τὸ φρόνημα τῶν Ιοὐδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ιοὐδαίαν ἐμβαλεῖν.
Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν ὁ Ιοὔδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς ὁ θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ιἑροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν.
ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ιἑροσόλυμα τὸν ναὸν ἔρημον εὑρ῀εν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς.
ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν.
καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου. πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἐξελέου μηνός, ὃν οἱ Μακεδόνες Ἀπελλαῖον καλοῦσιν, ἧψάν τε φῶτα ἐπὶ τῆς λυχνίας καὶ ἐθυμίασαν ἐπὶ τοῦ βωμοῦ καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἐπέθεσαν καὶ ὡλοκαύτησαν ἐπὶ τοῦ καινοῦ θυσιαστηρίου.
ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθ ἣν καὶ μετέπεσεν αὐτῶν ἡ ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία:
τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν: ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ.
τὴν δ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν:
ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν. Εὥρταζε δὲ ὁ Ιοὔδας μετὰ τῶν πολιτῶν τὴν ἀνάκτησιν τῆς περὶ τὸν ναὸν θυσίας ἐφ ἡμέρας ὀκτὼ μηδὲν ἀπολιπὼν ἡδονῆς εἶδος, ἀλλὰ πολυτελέσι μὲν καὶ λαμπραῖς ταῖς θυσίαις κατευωχῶν αὐτούς, ὕμνοις δὲ καὶ ψαλμοῖς τὸν μὲν θεὸν τιμῶν αὐτοὺς δὲ τέρπων.
τοσαύτῃ δ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφ ἡμέρας ὀκτώ.
καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ.
τειχίσας δ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι.
Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ιοὐδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα.
πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων ὁ Ιοὔδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ιοὐδαίους ἐπειρᾶτο. καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν.
συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ιοὐδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν. ἔπειτ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος.
χειρωσάμενος δὲ καὶ τούτους τὴν Ιἀζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ιοὐδαίαν ὑπέστρεψεν. μαθόντα δ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὁρ´οις αὐτῶν Ιοὐδαίους.
οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ιοὔδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς ὃ συνεπεφεύγεσαν. ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας.
Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ιοὔδας ὅ τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ιοὐδαίοις.
αὐτὸς δὲ καὶ Ιὠνάθης ὁ ἕτερος ἀδελφὸς μετ ὀκτακισχιλίων στρατιωτῶν ὡρ´μησαν εἰς τὴν Γαλαδῖτιν:
κατέλιπεν δ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ιὤσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ιοὐδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἑώς ἂν αὐτὸς ἐπανέλθῃ. ὁ μὲν οὖν Σίμων παραγενόμενος εἰς τὴν Γαλιλαίαν καὶ συμβαλὼν τοῖς ἐχθροῖς εἰς φυγὴν αὐτοὺς ἔτρεψεν καὶ μέχρι τῶν πυλῶν τῆς Πτολεμαΐδος διώξας ἀπέκτεινεν αὐτῶν ὡς περὶ τρισχιλίους, καὶ τά τε σκῦλα λαβὼν τῶν ἀνῃρημένων καὶ τοὺς αἰχμαλώτους Ιοὐδαίους καὶ τὴν ἀποσκευὴν αὐτῶν ἐπαγόμενος εἰς τὴν οἰκείαν πάλιν ἀνέστρεψεν.
Ιοὔδας δὲ ὁ Μακαβαῖος καὶ ὁ ἀδελφὸς αὐτοῦ Ιὠνάθης διαβάντες τὸν Ιὀρδάνην ποταμὸν καὶ ὁδὸν ἀπ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν.
ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν.
ἐπιγενομένης δὲ νυκτὸς οὐδ οὕτως ἐπέσχεν, ἀλλ ὁδεύσας δι αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ιοὐδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἑώθεν ἐπ αὐτὸ παραγίνεται.
καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις.
οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἰή, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται:
ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος ὁ Ιοὔδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους, ἀπονεύσας δ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται.
Χρόνῳ δ ὕστερον οὐ πολλῷ Τιμόθεος δύναμιν μεγάλην παρασκευασάμενος καὶ συμμάχους ἄλλους τε παραλαβὼν καὶ Ἀράβων τινὰς μισθῷ πείσας αὐτῷ συστρατεύειν ἧκεν ἄγων τὴν στρατιὰν πέραν τοῦ χειμάρρου Ῥομφῶν ἄντικρυς:
πόλις δ ἦν αὕτη: καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ιοὐδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον:
διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν. Ιοὔδας δ ἀκούσας παρεσκευάσθαι τὸν Τιμόθεον πρὸς μάχην ἀναλαβὼν ἅπασαν τὴν οἰκείαν δύναμιν ἔσπευδεν ἐπὶ τὸν πολέμιον, καὶ περαιωσάμενος τὸν χείμαρρον ἐπιπίπτει τοῖς ἐχθροῖς καὶ τοὺς μὲν αὐτῶν ὑπαντιάζοντας ἀνῄρει, τοὺς δ εἰς δέος ἐμβαλὼν ῥίψαντας τὰ ὅπλα φεύγειν ἠνάγκασεν.
καὶ τινὲς μὲν αὐτῶν διέδρασαν, οἱ δ εἰς τὸ καλούμενον ἐγκρανὰς τέμενος συμφυγόντες ἤλπισαν τεύξεσθαι σωτηρίας.
Ιοὔδας δὲ τὴν πόλιν καταλαβόμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὸ τέμενος ἐνέπρησεν ποικίλῃ χρησάμενος ἰδέᾳ τῆς ἀπωλείας τῶν πολεμίων. Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ιοὐδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἱό῀ς τε ἦν εἰς τὴν Ιοὐδαίαν ἐπαναγαγεῖν.
ὡς δ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν:
τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο. μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ δι ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν:
τοσοῦτον δ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπ αὐτῶν βαδίζειν τῶν νεκρῶν. διαβάντες δὲ τὸν Ιὀρδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις.
κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ιοὐδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας:
οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ιοὐδαίων ἀπέθανεν. Ιὤσηπος δὲ ὁ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς ὁ Ιοὔδας καθ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ ὁ Ιοὔδας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ιὠνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ιἄμνειαν.
Γοργίου δὲ τοῦ τῆς Ιἀμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ιοὐδαίας ὁρ´ων [διώκονται].
συνέβη δ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ιοὔδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας:
πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ιὤσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, ὃ συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον. ὁ δὲ Ιοὔδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν.
πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ιοὐδαίαν ὑπέστρεψαν. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, ἃ καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον.
κινηθεὶς οὖν ὑπὸ τούτων ὡρ´μησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει.
τῶν δ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος: ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς. λυπουμένῳ δ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ιοὐδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ιοὐδαίων.
προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ιοὐδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν.
ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι:
τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον. εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ιἑροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα.
ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφ ἡμῶν ἀληθῆ νομιζόντων. Ὁ δ Ἀντίοχος πρὶν ἢ τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ.
ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει.
Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα. Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ιἑροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ιοὐδαίων πολλὰ τοὺς Ιοὐδαίους εἰργάσαντο:
τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν: ἐπέκειτο γὰρ τῷ ἱερῷ ἡ ἄκρα. τούτων οὖν συμβαινόντων αὐτοῖς Ιοὔδας ἐξελεῖν διέγνω τὴν φρουράν, καὶ συναγαγὼν τὸν λαὸν ἅπαντα τοὺς ἐν τῇ ἄκρᾳ καρτερῶς ἐπολιόρκει.
ἔτος ἦν τοῦτο τῆς ἀρχῆς τοῖς ἀπὸ Σελεύκου ἑκατοστὸν καὶ πεντηκοστόν. κατασκευάσας οὖν μηχανήματα καὶ χώματα ἐγείρας φιλοπόνως προσέκειτο τῇ τῆς ἄκρας αἱρέσει. πολλοὶ δὲ τῶν ἐν αὐτῇ φυγάδων νύκτωρ ἐξελθόντες εἰς τὴν χώραν καί τινας τῶν ὁμοίων καὶ ἀσεβῶν συναγαγόντες ἧκον πρὸς Ἀντίοχον τὸν βασιλέα, οὐκ ἀξιοῦντες ἑαυτοὺς ὑπερορᾶσθαι δεινὰ πάσχοντας ὑπὸ τῶν ὁμοφύλων καὶ ταῦθ ὑπομένοντας διὰ τὸν πατέρα αὐτοῦ, τὴν μὲν πάτριον αὐτῶν καταλύσαντας θρησκείαν, ἣν δὲ προσέταξεν ταύτης ἀντιποιουμένους:
κινδυνεύειν οὖν ὑπὸ Ιοὔδου καὶ τῶν σὺν αὐτῷ τὴν ἀκρόπολιν αἱρεθῆναι καὶ τοὺς φρουροὺς τοὺς ὑπὸ τοῦ βασιλέως κατασταθέντας, εἰ μή τις παρ αὐτοῦ βοήθεια πεμφθείη.
ταῦτ ἀκούσας ὁ παῖς Ἀντίοχος ὠργίσθη καὶ τοὺς ἡγεμόνας καὶ φίλους μεταπεμψάμενος ἐκέλευσε μισθοφόρους συναγαγεῖν καὶ ἐκ τῆς βασιλείας τοὺς στρατεύσιμον ἡλικίαν ἔχοντας.
καὶ συνήχθη στρατὸς πεζῶν μὲν ὡσεὶ δέκα μυριάδες, ἱππεῖς δὲ δισμύριοι, ἐλέφαντες δὲ δύο καὶ τριάκοντα. Ταύτην οὖν ἀναλαβὼν τὴν δύναμιν ἐξώρμησεν ἐκ τῆς Ἀντιοχείας μετὰ Λυσίου πάσης τῆς στρατιᾶς ἔχοντος τὴν ἡγεμονίαν.
καὶ παραγενόμενος εἰς τὴν Ἰδουμαίαν ἐκεῖθεν εἰς Βηθσοῦραν ἀναβαίνει πόλιν σφόδρα ἐχυρὰν καὶ δυσάλωτον καὶ περικαθίσας ἐπολιόρκει τὴν πόλιν. ἰσχυρῶς δὲ ἀντεχόντων τῶν Βηθσουραίων καὶ τὴν παρασκευὴν αὐτοῦ τῶν μηχανημάτων ἐμπρησάντων, ἐπεξῆλθον γὰρ αὐτῷ, χρόνος ἐτρίβετο πολὺς περὶ τὴν πολιορκίαν.
Ιοὔδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα.
ὁ δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ιοὔδα στρατόπεδον, ἅμ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν.
τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι:
ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας: τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας. κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπ αὐτῶν ἀφίεσθαι λαμπράν:
συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν ὁ Ιοὔδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. Ἐλεάζαρος δ ὁ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα.
ὁ δ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους.
καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν. Ὁ δὲ Ιοὔδας ὁρῶν τὴν τῶν πολεμίων ἰσχὺν ἀνεχώρησεν εἰς Ιἑροσόλυμα καὶ πρὸς πολιορκίαν παρεσκευάζετο:
Ἀντίοχος δὲ τὸ μέν τι τῆς στρατιᾶς εἰς Βεθσοῦραν ἔπεμψεν πολεμήσων αὐτήν, τῷ δὲ λοιπῷ τῆς δυνάμεως αὐτὸς ἧκεν εἰς Ιἑροσόλυμα. οἱ μὲν οὖν Βεθσουρῖται τὴν ἰσχὺν καταπλαγέντες καὶ σπανίζοντα βλέποντες τὰ ἐπιτήδεια παραδιδόασιν ἑαυτοὺς ὁρ´κους λαβόντες ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν ὑπὸ τοῦ βασιλέως.
Ἀντίοχος δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν αὐτοὺς οὐδὲν διέθηκεν, μόνον δὲ γυμνοὺς ἐξέβαλεν, φρουρὰν δὲ κατέστησεν ἰδίαν ἐν τῇ πόλει. πολλῷ δὲ χρόνῳ τὸ ἱερὸν πολιορκῶν τὸ ἐν Ιἑροσολύμοις προσεκαθέζετο καρτερῶς τῶν ἔνδοθεν ἀμυνομένων:
πρὸς ἕκαστον γὰρ ὧν ὁ βασιλεὺς ἐπ αὐτοὺς ἔστησε μηχάνημα κἀκεῖνοι πάλιν ἀντεμηχανῶντο. τροφὴ δ αὐτοὺς ἐπιλελοίπει, τοῦ μὲν ὄντος ἀπανηλωμένου καρποῦ, τῆς δὲ γῆς ἐκείνῳ τῷ ἔτει μὴ γεωργημένης, ἀλλὰ διὰ τὸ εἶναι τὸ ἕβδομον ἔτος, καθ ὃ νόμος ἡμῖν ἀργὴν ἐᾶν τὴν χώραν, ἀσπόρου μεμενηκυίας.
πολλοὶ τοιγαροῦν τῶν πολιορκουμένων ἀπεδίδρασκον διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν, ὡς ὀλίγους ἐν τῷ ἱερῷ καταλειφθῆναι. Καὶ τοῖς μὲν πολιορκουμένοις ἐν τῷ ἱερῷ τοιαῦτα συνέβαινεν εἶναι τὰ πράγματα.
καὶ ὡς δοκεῖ πολὺ κρεῖττον εἶναι σπονδὰς ποιησαμένους πρὸς τοὺς πολιορκουμένους καὶ φιλίαν πρὸς ὅλον αὐτῶν τὸ ἔθνος ἐπιτρέψαντας αὐτοῖς χρῆσθαι τοῖς πατρίοις νόμοις, ὧν ἀφαιρεθέντες νῦν ἐξεπολεμώθησαν, χωρεῖν ἐπὶ τὰ οἰκεῖα.
ταῦτα τοῦ Λυσίου φήσαντος ἠρέσθη τό τε στράτευμα καὶ οἱ ἡγεμόνες τῇ γνώμῃ. Καὶ πέμψας ὁ βασιλεὺς πρὸς τὸν Ιοὔδαν καὶ τοὺς σὺν αὐτῷ πολιορκουμένους εἰρήνην τε ἐπηγγείλατο καὶ συγχωρεῖν τοῖς πατρίοις νόμοις χρωμένους ζῆν.
οἱ δὲ ἀσμένως δεξάμενοι τοὺς λόγους λαβόντες ὁρ´κους τε καὶ πίστεις ἐξῆλθον ἐκ τοῦ ἱεροῦ. εἰσελθὼν δὲ Ἀντίοχος εἰς αὐτὸ καὶ θεασάμενος ὀχυρὸν οὕτως τὸ χωρίον παρέβη τοὺς ὁρ´κους καὶ κελεύει τὴν δύναμιν παραστᾶσαν καθελεῖν τὸ τεῖχος εἰς ἔδαφος.
καὶ ταῦτα ποιήσας ἀνέστρεψεν εἰς Ἀντιόχειαν ἐπαγόμενος Ὀνίαν τὸν ἀρχιερέα, ὃς καὶ Μενέλαος ἐκαλεῖτο. Λυσίας γὰρ συνεβούλευσεν τῷ βασιλεῖ τὸν Μενέλαον ἀνελεῖν, εἰ βούλεται τοὺς Ιοὐδαίους ἠρεμεῖν καὶ μηδὲν ἐνοχλεῖν αὐτῷ:
τοῦτον γὰρ ἄρξαι τῶν κακῶν πείσαντ αὐτοῦ τὸν πατέρα τοὺς Ιοὐδαίους ἀναγκάσαι τὴν πάτριον θρησκείαν καταλιπεῖν. πέμψας οὖν τὸν Μενέλαον ὁ βασιλεὺς εἰς Βέροιαν τῆς Συρίας διέφθειρεν ἀρχιερατεύσαντα μὲν ἔτη δέκα, πονηρὸν δὲ γενόμενον καὶ ἀσεβῆ καὶ ἵνα αὐτὸς ἄρχῃ τὸ ἔθνος ἀναγκάσαντα τοὺς ἰδίους παραβῆναι νόμους.
ἀρχιερεὺς δὲ ἐγένετο μετὰ τὸν Μενελάου θάνατον Ἄλκιμος ὁ καὶ Ιἄκιμος κληθείς. ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁρῶν ἤδη τὸν Φίλιππον κρατοῦντα τῶν πραγμάτων ἐπολέμει πρὸς αὐτὸν καὶ λαβὼν αὐτὸν ὑποχείριον ἀπέκτεινεν.
ὁ δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον ὁ βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα.
καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν ᾧ καὶ ὅμοιον τῷ ἐν Ιἑροσολύμοις ᾠκοδόμησεν ἱερόν.
περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης ὁ Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς.
συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ.
καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται. λέγοντες ὡς τοὺς φίλους αὐτοῦ πάντας ἀπεκτόνασιν καὶ ὅσοι τὰ ἐκείνου φρονοῦντες καὶ περιμένοντες αὐτὸν ὑπῆρχον ἐν τῇ βασιλείᾳ τούτους ἀπολωλέκασιν αὐτούς τε τῆς οἰκείας γῆς ἐκβαλόντες ἀλλοτρίας ἐπήλυδας πεποιήκασιν, ἠξίουν τε πέμψαντα τῶν ἰδίων τινὰ φίλων γνῶναι δι αὐτοῦ τὰ ὑπὸ τῶν περὶ Ιοὔδαν τετολμημένα.
Ὁ δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ιοὔδαν καὶ τοὺς σὺν αὐτῷ.
ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας ὁ Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ιοὐδαίαν ἔπεμψε πρὸς τὸν Ιοὔδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος:
δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν. ὁ δ οὐκ ἐπίστευσεν:
ἑώρα γάρ, ὅτι μετὰ στρατιᾶς πάρεστιν τοσαύτης, μεθ ὅσης ἐπὶ πόλεμόν τις, ἀλλ οὐκ ἐπ εἰρήνην ἔρχεται. τινὲς μέντοι γε τῶν ἐκ τοῦ δήμου προσέχοντες οἷς ὁ Βακχίδης ἐπεκηρυκεύσατο καὶ νομίσαντες οὐδὲν αὐτοὺς ὑπὸ Ἀλκίμου πείσεσθαι δεινὸν ὄντος ὁμοφύλου πρὸς αὐτοὺς ἀνεχώρησαν, καὶ λαβόντες ὁρ´κους παρ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. ὁ δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὁρ´κων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας.
ἐπεὶ δ ἐκ τῶν Ιἑροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵν ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν.
Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο:
τούτων δ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ιοὔδα φρονοῦντας ηὑρ´ισκεν ἐφόνευεν.
ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν ὁ Ιοὔδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας.
βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ιοὔδᾳ μὴ δυνάμενον, ἀλλ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι. παραγενόμενος οὖν εἰς Ἀντιόχειαν παρώξυνεν αὐτὸν ἐπὶ τὸν Ιοὔδαν, κατηγορῶν ὡς πολλὰ μὲν ὑπ αὐτοῦ πεπόνθοι κακά, πλείω δὲ γένοιτ ἄν, εἰ μὴ προκαταληφθείη καὶ δοίη δίκην δυνάμεως ἐπ αὐτὸν ἰσχυρᾶς ἀποσταλείσης.
Ὁ δὲ Δημήτριος τοῦτ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ιοὔδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν ὁ καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών, καὶ δοὺς δύναμιν ὅσην ὑπέλαβεν ἀρκέσειν αὐτῷ πρὸς τὸν Ιοὔδαν ἐκέλευσεν μηδεμίαν φειδὼ ποιεῖσθαι τοῦ ἔθνους.
ὁ δὲ Νικάνωρ παραγενόμενος εἰς Ιἑροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ιοὔδᾳ, δόλῳ δ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὁρ´κους δ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν:
ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ. ταῦτα διαπρεσβευσαμένου τοῦ Νικάνορος ὁ Ιοὔδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως.
ὁ δὲ ἀσπασάμενος τὸν Ιοὔδαν [καὶ] μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι τὸν Ιοὔδαν. ὁ δὲ συνεὶς τὴν ἐπιβουλὴν ἐκπηδήσας πρὸς τοὺς ἰδίους συνέφυγεν.
φανερᾶς δὲ τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς ἐνέδρας ὁ Νικάνωρ γενομένης πολεμεῖν ἔκρινεν τῷ Ιοὔδᾳ, καὶ συγκροτήσας καὶ παρασκευασάμενος τὰ πρὸς τὴν μάχην συμβάλλει κατά τινα κώμην Καφαρσαλαμὰ καὶ νικήσας ἀναγκάζει τὸν Ιοὔδαν ἐπὶ τὴν ἐν τοῖς Ιἑροσολύμοις ἄκραν φεύγειν. Ἔτι δ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ.
ὁ δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ιοὔδαν ὁ λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν. καὶ ὁ μὲν ταῦτ ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν Ιἑροσολύμων, οἱ δ ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς.
ὁ δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ιἑροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως:
Ιοὔδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων. τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἱών ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς ὁ Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν.
οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας.
ἐπιδιώκων δὲ ὁ Ιοὔδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους. οἱ δ ἐν αὐταῖς ἀκούσαντες ἐξεπήδων ὡπλισμένοι καὶ τοῖς φεύγουσιν ὑπαντῶντες ἔκτεινον αὐτοὺς γενόμενοι κατὰ πρόσωπον, ὥστ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν ὄντων αὐτῶν ἐννακισχιλίων.
τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ιοὐδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου.
ἄγουσιν δ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ιοὐδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη. Τῷ δ ἀρχιερεῖ τῷ Ἀλκίμῳ βουληθέντι καθελεῖν τὸ τεῖχος τοῦ ἁγίου παλαιὸν ὀ`ν καὶ κατεσκευασμένον ὑπὸ τῶν ἀρχαίων προφητῶν, πληγή τις αἰφνίδιος ἐκ τοῦ θεοῦ προσέπεσεν, ὑφ ἧς ἄφωνός τε ἐπὶ τὴν γῆν κατηνέχθη καὶ βασανισθεὶς ἐπὶ συχνὰς ἡμέρας ἀπέθανεν ἀρχιερατεύσας ἔτη τέσσαρα.
τελευτήσαντος δὲ τούτου τὴν ἀρχιερωσύνην ὁ λαὸς τῷ Ιοὔδᾳ δίδωσιν, ὃς ἀκούσας περὶ τῆς Ῥωμαίων δυνάμεως καὶ ὅτι καταπεπολεμήκασιν τήν τε Γαλατίαν καὶ τὴν Ἰβηρίαν καὶ Καρχηδόνα τῆς Λιβύης καὶ πρὸς τούτοις τὴν Ἑλλάδα κεχείρωνται καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ τὸν μέγαν Ἀντίοχον, ἔγνω φιλίαν ποιήσασθαι πρὸς αὐτούς.
πέμψας οὖν εἰς τὴν Ῥώμην τῶν αὐτοῦ φίλων Εὐπόλεμον τὸν Ιωἄννου υἱὸν καὶ Ιἄσονα τὸν Ἐλεαζάρου παρεκάλει δι αὐτῶν συμμάχους εἶναι καὶ φίλους, καὶ Δημητρίῳ γράψαι, ὅπως μὴ πολεμῇ τοὺς Ιοὐδαίους.
ἐλθόντας δὲ εἰς τὴν Ῥώμην τοὺς παρὰ τοῦ Ιοὔδα πρεσβευτὰς ἡ σύγκλητος δέχεται καὶ διαλεχθεῖσα περὶ ὧν ἐπέμφθησαν τὴν συμμαχίαν ἐπινεύει.
ποιήσασα δὲ περὶ τούτου δόγμα τὸ μὲν ἀντίγραφον εἰς τὴν Ιοὐδαίαν ἀπέστειλεν, αὐτὸ δ εἰς τὸ Καπετώλιον εἰς χαλκᾶς ἐγγράψαντες δέλτους ἀνέθεσαν. ἦν δὲ τοιοῦτον:
"δόγμα συγκλήτου περὶ συμμαχίας καὶ εὐνοίας τῆς πρὸς τὸ ἔθνος τὸ Ιοὐδαίων. μηδένα τῶν ὑποτεταγμένων Ῥωμαίοις πολεμεῖν τῷ Ιοὐδαίων ἔθνει μηδὲ τοῖς πολεμοῦσι χορηγεῖν ἢ σῖτον ἢ πλοῖα ἢ χρήματα. ἐὰν δὲ ἐπίωσί τινες Ιοὐδαίοις, βοηθεῖν Ῥωμαίους αὐτοῖς κατὰ τὸ δυνατόν, καὶ πάλιν, ἂν τῇ Ῥωμαίων ἐπίωσίν τινες, Ιοὐδαίους αὐτοῖς συμμαχεῖν.
ἂν δέ τι πρὸς ταύτην τὴν συμμαχίαν θελήσῃ τὸ τῶν Ιοὐδαίων ἔθνος ἢ προσθεῖναι ἢ ἀφελεῖν, τοῦτο κοινῇ γινέσθω γνώμῃ τοῦ δήμου τοῦ Ῥωμαίων, ὃ δ ἂν προστεθῇ τοῦτ εἶναι κύριον. ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ιωἄννου παιδὸς καὶ ὑπὸ Ιἄσονος τοῦ Ἐλεαζάρου ἐπ ἀρχιερέως μὲν τοῦ ἔθνους Ιοὔδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ.
" καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ιοὐδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι. Δημήτριος δ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ.
στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ιοὐδαίαν ἐξέπεμψεν. ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ιοὐδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ιἑροσόλυμα σπουδὴν ἐποιεῖτο.
μαθὼν δὲ τὸν Ιοὔδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων:
τῷ Ιοὔδᾳ δ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων. Ιοὔδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν [καὶ] τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἱό῀ς τ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, [καὶ] προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην.
τῶν δὲ λεγόντων, ὡς οὐκ εἰσὶ πρὸς τοσοῦτο μέγεθος στρατιᾶς ἀξιόμαχοι, συμβουλευόντων δὲ νῦν μὲν ἀναχωρεῖν καὶ σώζειν αὐτούς, αὖθις δὲ συναγαγόντας τοὺς ἰδίους τοῖς ἐχθροῖς συμβαλεῖν, "μὴ τοῦτ, εἶπεν, ἥλιος ἐπίδοι γενόμενον, ἵν ἐγὼ τὰ νῶτά μου δείξω τοῖς πολεμίοις.
ἀλλ εἰ καὶ τελευτὴν ὁ παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον ἢ τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν.
" καὶ ὁ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν. Ὁ δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δ ἦν ἐπὶ τοῦ δεξιοῦ.
οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι.
τὸ δ αὐτὸ ποιήσας ὁ Ιοὔδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν ὁ Ιοὔδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὡρ´μησεν ἐπ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα.
ὠσάμενος δ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου.
θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ιοὔδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι. ὁ δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ.
πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς. πεσόντος δὲ Ιοὔδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον.
λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ιὠνάθης ἀδελφοὶ τοῦ Ιοὔδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ ὁ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις.
καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ιοὔδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα.
τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας.
τὴν δ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기