호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν ἡ μάχη:? προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸς ἀλλήλους χρωμένων μέχρι μὲν οὖν Μωυσῆς αὖθις ἀνίσχει τὰς χεῖρας, καὶ τοὺς Ἀμαληκίτας κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆς ἀνατάσεως τῶν χειρῶν ὁ Μωυσῆς οὐχ ὑπομένων, ὁσάκις γὰρ ἂν αὐτὰς καθίει τοσαυτάκις ἐλαττοῦσθαι τοὺς οἰκείους αὐτοῦ συνέβαινε, κελεύει τόν τε ἀδελφὸν Αἀρῶνα καὶ τῆς ἀδελφῆς Μαριάμης τὸν ἄνδρα Οὖρον ὄνομα στάντας ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰς χεῖρας καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기