호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνηκολούθουν δ αὐτῷ ἄνθρωποι δύο στρωματόδεσμα φέροντες: ἐν δὲ τῷ ἑτέρῳ τούτων, ὡς αὐτὸς ἔφη, τάλαντον ἐνῆν ἀργυρίου. ὥστε τοὺς συμπρέσβεις ἀναμιμνῄσκεσθαι τὰς ἀρχαίας ἐπωνυμίας αὐτοῦ: ἐν παισὶ μὲν γὰρ ὢν ἐκλήθη δι αἰσχρουργίαν τινὰ καὶ κιναιδίαν Βάταλος, ἐκ παίδων δὲ ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκάστῳ τῶν ἐπιτρόπων λαγχάνων, Ἀργᾶς, ἀνὴρ δὲ γενόμενος προσείληφε τὴν τῶν πονηρῶν κοινὴν ἐπωνυμίαν, συκοφάντης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기