- 텍스트

Aeschines, Speeches, περὶ τῆς Παραπρεσβείας?, section 36

(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 36)

ἐπειδὴ δ ἐφ ἡμῶν αὐτῶν ἐγενόμεθα, σφόδρα σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων δι ἣν ταῦτ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION