- δοῦλοι γὰρ δὴ καὶ συφορβῶν παῖδες ὀνομαζόμενοι, πρὶν ἐλεύθεροι γενέσθαι, πάντας ὀλίγου δεῖν ἠλευθέρωσαν Λατίνους, ἑνὶ χρόνῳ τῶν καλλίστων ὀνομάτων ἅμα τυχόντες, φονεῖς ἐχθρῶν καὶ σωτῆρες οἰκείων καὶ βασιλεῖς ἐθνῶν καὶ οἰκισταὶ πόλεων, οὐ μετοικισταὶ, καθάπερ ἦν ὁ Θησεύς, ἐκ πολλῶν συντιθεὶς καὶ συνοικοδομῶν ἓν οἰκητήριον, ἀναιρῶν δὲ πολλὰς πόλεις ἐπωνύμους βασιλέων καὶ ἡρώων παλαιῶν, Ῥωμύλος δὲ ταῦτα μὲν ὕστερον ἔδρα, τοὺς πολεμίους ἀναγκάζων τὰ οἰκεῖα καταβάλλοντας καὶ ἀφανίζοντας τοῖς νενικηκόσι προσνέμεσθαι: (Plutarch, Comparison of Theseus and Romulus, chapter 4 1:2)
(플루타르코스, Comparison of Theseus and Romulus, chapter 4 1:2)
- αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν: (Plutarch, Quaestiones Naturales, chapter 21 3:1)
(플루타르코스, Quaestiones Naturales, chapter 21 3:1)
- τὰ δὲ βρέφη Φαιστύλος Ἀμουλίου συφορβὸς ἀνείλετο λαθὼν ἅπαντας, ὡς δ ἔνιοί φασι τῶν εἰκότων ἐχόμενοι μᾶλλον, εἰδότος τοῦ Νομήτορος καὶ συγχορηγοῦντος τροφὰς κρύφα τοῖς τρέφουσι. (Plutarch, chapter 6 1:1)
(플루타르코스, chapter 6 1:1)
- Φέρε οὖν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπ᾿ αὐτῷ τούτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παῤ ἐκείνων ἔπαινον· (Dio, Chrysostom, Orationes, speech 60 31:3)
(디오, 크리소토모스, 연설 (2), speech 60 31:3)
- δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος: (Homer, Odyssey, Book 14 45:4)
(호메로스, 오디세이아, Book 14 45:4)
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, ἀγχοῦ δ ἱστάμενος ἔπεα πτερόεντ ἀγόρευε: (Homer, Odyssey, Book 17 48:1)
(호메로스, 오디세이아, Book 17 48:1)
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν: (Homer, Odyssey, Book 17 79:1)
(호메로스, 오디세이아, Book 17 79:1)
- ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. (Homer, Odyssey, Book 17 83:1)
(호메로스, 오디세이아, Book 17 83:1)
- τὼ δ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο: (Homer, Odyssey, Book 21 21:3)
(호메로스, 오디세이아, Book 21 21:3)