- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

θηριώδης?

Third declension Adjective; 자동번역 Transliteration: thēriōdēs

Principal Part: θηριώδης θηριώδες

Structure: θηριωδη (Stem) + ς (Ending)

Etym.: εἶδος

Sense

  1. full of wild beasts, infested by them
  2. beast-like, wild, savage, brutal, the animal nature

Examples

  • ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον. (Septuagint, Liber Maccabees II 10:35)
  • οὐκ ᾐδέσθης ἄνθρωπος ὤν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι; (Septuagint, Liber Maccabees IV 12:13)
  • ἀλλά μοι δοκῶ - καὶ πρὸς φιλίου μὴ δυσχεράνητε τὴν εἰκόνα θηριώδη οὖσαν - ὅμοιόν τι καὶ αὐτὸς παθεῖν πρὸς ὑμᾶς, οἱο῀ν ἐκεῖνοι πάσχουσι πρὸς τὸ ποτὸν οἱ δηχθέντες ὑπὸ τῆς διψάδος: (Lucian, Dipsades 14:3)
  • θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν. (Lucian, Anacharsis, (no name) 37:6)
  • ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν ἢ τὸ Καρικὸν καὶ Κρητικὸν, τὴν δὲ ἰδέαν ἀνιαρὸν καὶ θηριῶδες. (Arrian, Cynegeticus, chapter 3 1:2)
  • ἄξιον εἶναι δεδιέναι μὴ τῶν θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος. (Plutarch, De capienda ex inimicis utilitate, chapter, section 2 1:3)
  • "πότ οὖν ἔσται θηριώδης καὶ ἄγριος καὶ ἄμικτος ἡμῶν ὁ βίος· (Plutarch, Adversus Colotem, section 30 1:4)
  • ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς· (Plutarch, De sollertia animalium, chapter, section 14 3:1)
  • ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων. (Plutarch, Pelopidas, chapter 26 2:2)
  • Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ Ζέλειαν ἀποικίας Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης. (Plutarch, Mulierum virtutes, 2)

Synonyms

  1. full of wild beasts

  2. beast-like

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION