- ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. (Aristides, Aelius, Orationes, 13:6)
(아리스티데스, 아일리오스, 연설, 13:6)
- ἀλλ οὔθ ὁ σκόπελος οὗτος ἐστὶ τρικόρυφος οὔθ ὅλως κορυφοῦται πρὸς ὕψος, ἀλλ ἀγκών τις ἔκκειται μακρὸς καὶ στενὸς ἀπὸ τῶν κατὰ Συρρεντὸν χωρίων ἐπὶ τὸν κατὰ Καπρίας πορθμόν, ἐπὶ θάτερα μὲν τῆς ὀρεινῆς τὸ τῶν Σειρήνων ἱερὸν ἔχων, ἐπὶ θάτερα δὲ πρὸς τῷ Ποσειδωνιάτῃ κόλπῳ νησίδια τρία προκείμενα ἔρημα πετρώδη, ἃ καλοῦσι Σειρῆνας, ἐπ αὐτῷ δὲ τῷ πορθμῷ τὸ Ἀθήναιον, ᾧπερ ὁμωνυμεῖ καὶ ὁ ἀγκὼν αὐτός. (Strabo, Geography, book 1, chapter 2 24:6)
(스트라본, 지리학, book 1, chapter 2 24:6)
- πρόκεινται δὲ νῆσοι τῆς Εὐρώπης ἃς ἔφαμεν, ἔξω μὲν στηλῶν Γάδειρά τε καὶ Καττιτερίδες καὶ Βρεττανικαί, ἐντὸς δὲ στηλῶν αἵ τε Γυμνήσιαι καὶ ἄλλα νησίδια Φοινίκων καὶ τὰ τῶν Μασσαλιωτῶν καὶ Λιγύων καὶ αἱ πρὸ τῆς Ἰταλίας μέχρι τῶν Αἰόλου νήσων καὶ τῆς Σικελίας, ὅσαι τε περὶ τὴν Ἠπειρῶτιν καὶ Ἑλλάδα καὶ μέχρι Μακεδονίας καὶ τῆς Θρᾳκίας χερρονήσου. (Strabo, Geography, book 2, chapter 5 60:3)
(스트라본, 지리학, book 2, chapter 5 60:3)
- αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος εἰκάζει πλοίῳ, γενόμενος, φησίν, ἐν τῷ τόπῳ, προσλαμβάνειν δὲ τῷ σχήματι νησίδια τρία, τὸ μὲν ἐμβόλου τάξιν ἔχον τὰ δὲ ἐπωτίδων, ὑφόρμους ἔχοντα μετρίους. (Strabo, Geography, book 3, chapter 1 8:6)
(스트라본, 지리학, book 3, chapter 1 8:6)
- καὶ δὴ καὶ ἐξείργασται περιττῶς ἥ τε παραποταμία καὶ τὰ ἐν τῷ ποταμῷ νησίδια. (Strabo, Geography, book 3, chapter 2 6:2)
(스트라본, 지리학, book 3, chapter 2 6:2)
- πρόκειται δὲ τοῦ λιμένος αὐτῆς Πώγωνος τοὔνομα Καλαυρία νησίδιον ὅσον τριάκοντα σταδίων ἔχον τὸν κύκλον: (Strabo, Geography, Book 8, chapter 6 22:3)
(스트라본, 지리학, Book 8, chapter 6 22:3)
- ταύτης δ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ιὄς, ἐν ᾧ κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον: (Strabo, Geography, Book 10, chapter 5 2:5)
(스트라본, 지리학, Book 10, chapter 5 2:5)
- Ῥήναια δ ἔρημον νησίδιόν ἐστιν ἐν τέτταρσι τῆς Δήλου σταδίοις, ὅπου τὰ μνήματα τοῖς Δηλίοις ἐστίν. (Strabo, Geography, Book 10, chapter 5 7:1)
(스트라본, 지리학, Book 10, chapter 5 7:1)
- πρόκειται δ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς: (Strabo, Geography, Book 14, chapter 1 22:5)
(스트라본, 지리학, Book 14, chapter 1 22:5)