- εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω, ἐστὶ δ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 95 2:1)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 95 2:1)
- τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. (Plutarch, De sollertia animalium, chapter, section 27 1:1)
(플루타르코스, De sollertia animalium, chapter, section 27 1:1)
- Ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι ῾τὰ πολλὰ γὰρ ὑπ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονταἰ, καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 160)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 160)
- ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὑρ´ηται, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπ ἀγνοίης ἐς βαιὸν χρόνον ἐῄ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη · τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 211)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 211)
- Φρίξου καὶ Νάρκης οὗτος τόπος. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 617 1:3)
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 617 1:3)