- ἔνδοθέν τε γὰρ εὖ παρεσκεύασται αὐτῷ καὶ τὰ ἔξω μάλα καρτερῶς πέφρακται πρὸς αὐτά, ὡς μὴ παριέναι εἰς τὸ εἴσω, μηδὲ παραδέχεσθαι μήτε ἥλιον αὐτὸν μήτε κρύος ἐπὶ λύμῃ τοῦ σώματος. (Lucian, Anacharsis, (no name) 26:5)
(루키아노스, Anacharsis, (no name) 26:5)
- οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τούς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε - ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον - καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν , ὁ δὲ λύμην,^ ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. (Lucian, Pseudologista, (no name) 13:3)
(루키아노스, Pseudologista, (no name) 13:3)
- ἅλις δὲ λύμης ἥν μ ἐλυμήνω πάρος τοὔνομα παρασχοῦς, οὐ τὸ σῶμ, ἐν βαρβάροις. (Euripides, Helen, episode, dialogue 19:3)
(에우리피데스, Helen, episode, dialogue 19:3)
- κτείνω δ οἳ κήπους εὐώδεις φθείρουσιν λύμαις ἐχθίσταις, ἑρπετά τε καὶ δάκετα <πάνθ> ὅσαπερ ἔστιν ὑπ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται. (Aristophanes, Birds, Parabasis, strophe 13)
(아리스토파네스, Birds, Parabasis, strophe 13)
- " Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις ἑώς ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 4530)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 4530)
- μέλεοι δῆθ οἳ μελέους θανάτους εὑρ´οντο δόμων ἐπὶ λύμῃ. (Aeschylus, Seven Against Thebes, choral, strophe 12)
(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, strophe 12)
- πότερα χερσὶν ἢ λύμῃ βίου· (Sophocles, episode 3:29)
(소포클레스, episode 3:29)
- ἐφάνη γὰρ αὐτοῖς μάντις χρησμοὺς λέγων καὶ ἐνθεάζων, ὃν ἐνόμισαν μάγον εἶναι ἐπὶ λύμῃ τοῦ στρατοῦ πρὸς Πελοποννησίων ἀπεσταλμένον. (Apollodorus, Library and Epitome, book 2, chapter 8 3:2)
(아폴로도로스, Library and Epitome, book 2, chapter 8 3:2)
- Αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότερον καὶ ἐς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε, καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ, ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἂν τούτῳ ἰσχυρῶς δύνασθαι‧ καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν οὕτω, καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις ἱκανῶς‧ καὶ εἰ μὴ κατατείνων, αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως ἰποίη τις, καὶ οὕτως ἂν ἱκανῶς καταναγκάσειεν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 47.15)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 47.15)