φάτνη?
First declension Noun; Feminine
자동번역
Transliteration: phatnē
Principal Part:
φάτνη
Structure:
φατν
(Stem)
+
η
(Ending)
Etym.: Prob. from Root ΠΑΤ, πατέομαι.
Sense
- a manger, crib, feeding-trough
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; (Septuagint, Liber Iob 6:5)
- βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; (Septuagint, Liber Iob 39:9)
- οὗ μή εἰσι βόες, φάτναι καθαραί. οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. (Septuagint, Liber Proverbiorum 14:4)
- ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος. (Septuagint, Prophetia Ioel 1:17)
- διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις. ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν. ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσι βόες ἐπὶ φάτναις. (Septuagint, Prophetia Habacuc 3:17)
- καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει. (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 30:2)
- οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με: (Lucian, Gallus, (no name) 29:13)
- ἄτοπα γοῦν ποιεῖν ἔφασκες αὐτοὺς ἐρῶντας μὲν εἰς ὑπερβολήν, ἐξὸν δὲ ἀπολαύειν οὐ τολμῶντας, οὐδὲ ἐπ ἀδείας χρωμένους τῷ ἔρωτι κυρίους γε ὄντας, ἀλλὰ φυλάττειν ἐγρηγορότας, ἐς τὸ σημεῖον καὶ τὸν μοχλὸν ἀσκαρδαμυκτὶ βλέποντας, ἱκανὴν ἀπόλαυσιν οἰομένους οὐ τὸ αὐτοὺς ἀπολαύειν ἔχειν, ἀλλὰ τὸ μηδενὶ μεταδιδόναι τῆς ἀπολαύσεως, καθάπερ τὴν ἐν τῇ φάτνῃ κύνα μήτε αὐτὴν ἐσθίουσαν τῶν κριθῶν μήτε τῷ ἵππῳ πεινῶντι ἐπιτρέπουσαν. (Lucian, Timon, (no name) 13:6)
- ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 41 4:4)
- ἐκ δ ἄρκτοι τ ἐφάνησαν, ὄνων τ ἀνὰ μέσσον ἀμαυρὴ φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα. (Theocritus, Idylls, 10)