- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

δυσώδης?

Third declension Adjective; Transliteration: dysōdēs

Principal Part: δυσώδης δυσώδες

Structure: δυσωδη (Stem) + ς (Ending)

Etym.: ὄζω

Sense

  1. ill-smelling

Declension

Third declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπέρριπτον καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον. (Septuagint, Liber Maccabees IV 6:25)
  • Τῆς Λιβύης τὰ νότια ψάμμος ἐστὶ βαθεῖα καὶ γῆ διακεκαυμένη, ἔρημος ἐπὶ πολύ, ἀκριβῶς ἄκαρπος, πεδινὴ ἅπασα, οὐ χλόην οὐ πόαν οὐ φυτὸν οὐχ ὕδωρ ἔχουσα, ἢ εἴ που ἄρα ἐν κοίλοις συνεστηκὸς ὑετοῦ ὀλίγου λείψανον, παχὺ καὶ τοῦτο καὶ δυσῶδες, οὐδὲ πάνυ διψῶντι ἀνθρώπῳ πότιμον. (Lucian, Dipsades 1:1)
  • ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως μεμφομένοις τὴν τύχην. (Plutarch, Consolatio ad uxorem, section 8 6:1)
  • καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες· (Plutarch, De cupiditate divitiarum, section 7 9:1)
  • ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἰά βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. (Plutarch, De capienda ex inimicis utilitate, chapter, section 10 7:1)
  • ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 4519)
  • πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ ἐριθακώδεες. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 1074)
  • τί γὰρ σφόδρα δυσώδης λείπεται· (Aristotle, Eudemian Ethics, Book 7 68:1)
  • πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι χωλός, δυσώδης· (Sophocles, Philoctetes, episode 4:14)
  • ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν περιοικούντων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 98 1:11)

Synonyms

  1. ill-smelling

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION