- ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 9 2:4)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 9 2:4)
- ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδ ἀκακίης, καὶ μάννης σεσησμένων , ξυμμίσγειν · ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι · καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 167)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 167)
- ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, σικυώνιον, γλεύκινον, ἢ παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ ψυχροὶ ἐώσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν Ῥάχιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 206)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 206)
- ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 241)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 241)
- πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψινθίου ξυνεχῶς, ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 176)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 176)
- πιπίσκειν τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον , ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 265)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 265)
- φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον, καὶ ἡ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις ὁ καρπὸς, καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 49)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 49)
- ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον. (Aristides, Aelius, Orationes, 7:8)
(아리스티데스, 아일리오스, 연설, 7:8)
- ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι. (Aristides, Aelius, Orationes, 7:12)
(아리스티데스, 아일리오스, 연설, 7:12)
- κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ. (Aristides, Aelius, Orationes, 8:5)
(아리스티데스, 아일리오스, 연설, 8:5)