ἀντίδοσις?
Third declension Noun; Feminine
자동번역
Transliteration: antidosis
Principal Part:
ἀντίδοσις
Structure:
ἀντιδοσι
(Stem)
+
ς
(Ending)
Sense
- a giving in return, exchange
- a form by which a citizen charged with a leitourgi/a or public charge might call upon any other citizen whom he thought richer than himself either to exchange properties, or to take the charge upon himself
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ τὸ πρᾶγμα ὑπερήδιστον, οἶμαι, οἴκων ὁ κάλλιστος ἐς ὑποδοχὴν λόγων ἀναπεπταμένος καὶ ἐπαίνου καὶ εὐφημίας μεστὸς ὤν, ἠρέμα καὶ αὐτὸς ὥσπερ τὰ ἄντρα συνεπηχῶν καὶ τοῖς λεγομένοις παρακολουθῶν καὶ παρατείνων τὰ τελευταῖα τῆς φωνῆς καὶ τοῖς ὑστάτοις τῶν λόγων ἐμβραδύνων, μᾶλλον δὲ ὡς ἄν τις εὐμαθὴς ἀκροατὴς διαμνημονεύων τὰ εἰρημένα καὶ τὸν λέγοντα ἐπαινῶν καὶ ἀντίδοσιν οὐκ ἄμουσον ποιούμενος πρὸς αὐτά: (Lucian, De Domo, (no name) 3:2)
- ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην: (Dionysius of Halicarnassus, De Dinarcho, , chapter 13 3:5)
- οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δὴ ^ τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον. (Lucian, Juppiter confuatus, (no name) 7:7)
- μηθεὶς δ ἀγνοεῖν μ ὑπολάβῃ μήθ ὅτι Ἀφαρεὺς ὁ πρόγονός τε καὶ εἰσποίητος Ἰσοκράτει γενόμενος ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς Ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρὸς ὑπόθεσιν εἰς δικαστήριον γεγράφθαι, μήθ ὅτι δέσμας πάνυ πολλὰς δικανικῶν λόγων Ἰσοκρατείων περιφέρεσθαί φησιν ὑπὸ τῶν βυβλιοπωλῶν Ἀριστοτέλης. (Dionysius of Halicarnassus, De Isocrate, chapter 183)
- ὤπυιες γὰρ ἐκεῖνον, ὁ δ αὖθις σὴν παράκοιτιν, ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην ^ ἀποτίνων. (Lucian, Alexander, (no name) 50:3)
- Ὧδε μὲν ἐπὶ βραχὺ ἔληξαν αἱ στάσεις ἐπὶ Σύλλα, καὶ κακῶν ἀντίδοσις ἦν ὧν ὁ Σύλλας εἰργάζετο: (Appian, The Civil Wars, book 1, PROOIMION 3:5)
- ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. (Appian, The Civil Wars, book 4, chapter 12 4:5)
- οὕτω τόν τε ἄχρι τούτου χρόνον δωρεὰν ἔσχον παρὰ τῶν θεῶν καὶ μετὰ τοῦτο ἀνεβίων ὑπὸ τοῖς θεοῖς καί τις οἱο῀ν ἀντίδοσις αὕτη συνέβη. (Aristides, Aelius, Orationes, 10:19)
- καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θ ὁτιοῦν. (Aristides, Aelius, Orationes, 25:2)
Synonyms
-
a giving in return