- δι ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο: (Dionysius of Halicarnassus, , chapter 26 5:1)
(디오니시오스, , chapter 26 5:1)
- τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ιοὐλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι, πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν: (Plutarch, Camillus, chapter 33 5:1)
(플루타르코스, Camillus, chapter 33 5:1)
- "ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 11 3:3)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 11 3:3)
- ὁρῶν δ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν λόφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς: (Plutarch, Fabius Maximus, chapter 12 4:1)
(플루타르코스, Fabius Maximus, chapter 12 4:1)
- καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας, τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηϊού χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα. (Plutarch, Cato the Younger, chapter 54 6:1)
(플루타르코스, Cato the Younger, chapter 54 6:1)
- Κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι, ἐκλύονται · καὶ ἱδρὼς μὲν οὐδαμᾶ, θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους πόδας καὶ ἀνὰ Ῥῖνα· τὸ δὲ πρόσωπον εὔχροον · σφυγμοὶ ἐς μέγεθος ἠρμένοι, ἄτρομοι, σφοδροί · φωνὴ δὲ ξυνήθης, εὔφωνος, καὶ τὰ πάντα ζωώδης· κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδ εὕδων ὁρᾶται· καὶ ἢν ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία, ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδ ἐξεβλάστησε τὴν φυήν. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 180)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 180)
- ἔστι δὲ οὔτε ἡ τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε ἡ τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 8 6:2)
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 8 6:2)
- πλείστη δὲ καὶ παρὰ πάντων ἀνάκλησις ἐγίνετο Ἀριστομένους. (Pausanias, Description of Greece, , chapter 27 9:3)
(파우사니아스, Description of Greece, , chapter 27 9:3)
- καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν. (Flavius Josephus, Antiquitates Judaicae, Book 16 97:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 97:1)