- Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατ ἔτος ἕκαστον ἀπονέμει ὡς ἡρ´ωϊ. (Lucian, Macrobii, (no name) 21:2)
(루키아노스, Macrobii, (no name) 21:2)
- καίτοι γε Ἀντίπατρος Ταρσεὺς ὁ ἀπὸ τῆς στοᾶς ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις ἡ τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν ὑπ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 372)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 372)
- τοσούτοις γάρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι, καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ Βυζαντίου καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου. (Athenaeus, The Deipnosophists, book 1, chapter 22 2:1)
(아테나이오스, The Deipnosophists, book 1, chapter 22 2:1)
- εἰ τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς: (Plutarch, De exilio, section 14 2:1)
(플루타르코스, De exilio, section 14 2:1)
- δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὑρ῀ε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον Λυσάνδρας ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι: (Plutarch, Amatorius, section 2 2:1)
(플루타르코스, Amatorius, section 2 2:1)
- Ἀντίπατρος δὲ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. (Plutarch, De tranquilitate animi, section 94)
(플루타르코스, De tranquilitate animi, section 94)