호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ εἶδε τὸν Κῦρον, ἔλεξεν· ὦ Κῦρε, ὡσ ὀλίγα δυνάμενοι προορᾶν ἅνθρωποι περὶ τοῦ μέλλοντοσ πολλὰ ἐπιχειροῦμεν πράττειν. νῦν γὰρ δὴ καὶ ἐγὼ ἐλευθερίαν μὲν μηχανᾶσθαι ἐπιχειρήσασ δοῦλοσ ὡσ οὐδεπώποτε ἐγενόμην· ἐπεὶ δ’ ἑάλωμεν, σαφῶσ ἀπολωλέναι νομίσαντεσ νῦν ἀναφαινόμεθα σεσωσμένοι ὡσ οὐδεπώποτε. οἳ γὰρ οὐδεπώποτε ἐπαύοντο πολλὰ κακὰ ἡμᾶσ ποιοῦντεσ, νῦν ὁρῶ τούτουσ ἔχοντασ ὥσπερ ἐγὼ ηὐχόμην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기