호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τούτῳ προσάγουσι τῷ Κύρῳ τοὺσ αἰχμαλώτουσ δεδεμένουσ, τοὺσ δέ τινασ καὶ τετρωμένουσ. ὡσ δὲ εἶδεν, εὐθὺσ λύειν μὲν ἐκέλευσε τοὺσ δεδεμένουσ, τοὺσ δὲ τετρωμένουσ ἰατροὺσ καλέσασ θεραπεύειν ἐκέλευσεν· ἔπειτα δὲ ἔλεξε τοῖσ Χαλδαίοισ ὅτι ἥκοι οὔτε ἀπολέσαι ἐπιθυμῶν ἐκείνουσ οὔτε πολεμεῖν δεόμενοσ, ἀλλ’ εἰρήνην βουλόμενοσ ποιῆσαι Ἀρμενίοισ καὶ Χαλδαίοισ. πρὶν μὲν οὖν ἔχεσθαι τὰ ἄκρα οἶδ’ ὅτι οὐδὲν ἐδεῖσθε εἰρήνησ· τὰ μὲν γὰρ ὑμέτερα ἀσφαλῶσ εἶχε, τὰ δὲ τῶν Ἀρμενίων ἤγετε καὶ ἐφέρετε· νῦν δὲ ὁρᾶτε δὴ ἐν οἱῴ ἐστέ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기