호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.? παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ Αἵδης λαβὼν ἀπεστέρηκε καὶ μόνα λελείμμεθον. ἐγὼ δ ἑώς μὲν τὸν κασίγνητον βίῳ θάλλοντ ἔτ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτ αὐτὸν πράκτορ ἵξεσθαι πατρός: νῦν δ ἡνίκ οὐκέτ ἔστιν, εἰς σὲ δὴ βλέπω, ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου ξὺν τῇδ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν Αἴγισθον: οὐδὲν γάρ σε δεῖ κρύπτειν μ ἔτι. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν ἐλπίδων βλέψας ἔτ ὀρθήν· ᾗ πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. καὶ τῶνδε μέντοι μηκέτ ἐλπίσῃς ὅπως τεύξει ποτ: οὐ γὰρ ὧδ ἄβουλός ἐστ ἀνὴρ Αἴγισθος ὥστε σόν ποτ ἢ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. ἀλλ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσει τοῦ κασιγνήτου θ ἅμα: ἔπειτα δ, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει: φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖς ἐμοί· τίς γάρ ποτ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδ ἐπαίνοις οὐχὶ δεξιώσεται: ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου: τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν, τώδ ἔν θ ἑορταῖς ἔν τε πανδήμῳ πόλει τιμᾶν ἅπαντας οὕνεκ ἀνδρείας χρεών. τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, ζώσαιν θανούσαιν θ ὥστε μὴ κλιπεῖν κλέος. ἀλλ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, σύγκαμν ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκους ὅτι ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기