- 텍스트

Plutarch, De E apud Delphos, section 20

(플루타르코스, De E apud Delphos, section 20)

"ἀλλ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατ οὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον ἀλλ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτον ὄντως ὄντως ὄν, οὐ γεγονὸς οὐδ ἐσόμενον οὐδ ἀρξάμενον οὐδὲ παυσόμενον.? "οὕτως οὖν αὐτὸν δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, ἢ καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν,εἰἕ῀ν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον: "ἀλλ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὀ`ν τὸ ἕν. ἡ δ ἑτερότης, διαφορᾷ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. "ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. "Ἀπόλλων μὲν γὰρ οἱο῀ν ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκων ἐστίν, Ιἤιος δ ὡς εἷς καὶ μόνος: "Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, φοιβονομεῖσθαι λέγουσι. "τὸ δ ἓν εἰλικρινὲς καὶ καθαρόν: "ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος ἐλέφαντα τινὰ φοινισσόμενον βαφῇμιαίνεσθαι φησί: "καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς φθείρεσθαι καί φθοράν τὴν μῖξιν ὀνομάζουσιν. "οὐκοῦν ἕν τ εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION