호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆσ ἀληθείασ διαφέροντα ἐκείνησ οὐδ’ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεισ καὶ τὰ νοήματα παρ’ ἐκείνῳ μὲν τὸ αὐτοφυέσ, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέοσ τε καὶ ἄπειροσ εἰή πραγμάτων καὶ οὐδὲν δεόμενοσ εἰσ δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶσ· ἐγὼ οὖν σε ἀξιῶ μὴ εὑρ́εμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν. καὶ τὸ μετὰ τοῦτο, ὡσ φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡσ ἐπὶ διαιτητὰσ ἠξίουν τοὺσ κοινοὺσ ἐλθεῖν φίλουσ κἄν δόξῃσ ἀληθῆ λέγειν ἐκείνοισ, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστᾷ διεξελθὼν τελευτῶν ἐπιτίθησι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기