호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ τελευτᾷ τόνδε τὸν τρόπον:? διῴδησεν αὐτῷ τὸ οὖλον: ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν: τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ εἰπόντα ἤδη αὐτῷ προωδοιπορῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα. Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως: Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Αἰ¨´δην: ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기