호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπίκοτος, ἐπιτηρητικὴ δέ, ὅπερ ἐμφαίνεται διὰ τῶνδε:? εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη. Ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι ὤτων κατακηλοῦσα: ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ ἀλλοτρίοις κακοῖς: τέρψις δέ, οἱο῀ν τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον: διά: χυσις δ ἀνάλυσις ἀρετῆς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기