호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰσιν ἕξεισ, τὰ δὲ διαθέσεισ, τὰ δ’ οὔθ’ ἕξεισ οὔτε διαθέσεισ. διαθέσεισ μὲν αἱ ἀρεταί, ἕξεισ δὲ τὰ ἐπιτηδεύματα, οὔτε δ’ ἕξεισ οὔτε διαθέσεισ αἱ ἐνέργειαι. κοινῶσ δὲ τῶν ἀγαθῶν μικτὰ μέν ἐστιν εὐτεκνία καὶ εὐγηρία, ἁπλοῦν δ’ ἐστὶν ἀγαθὸν ἐπιστήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δέ, οἱο͂ν χαρά, περιπάτησισ. Πᾶν δ’ ἀγαθὸν συμφέρον εἶναι καὶ δέον καὶ λυσιτελὲσ καὶ χρήσιμον καὶ εὔχρηστον καὶ καλὸν καὶ ὠφέλιμον καὶ αἱρετὸν καὶ δίκαιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기