호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά, α, ε, η, ι, ο, υ, ω· ἄφωνα δὲ ἕξ, β, γ, δ, κ, π, τ. διαφέρει δὲ φωνὴ καὶ λέξισ, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχόσ ἐστι, λέξισ δὲ τὸ ἔναρθρον μόνον. λέξισ δὲ λόγου διαφέρει, ὅτι λόγοσ ἀεὶ σημαντικόσ ἐστι, λέξισ δὲ καὶ ἄσημοσ, ὡσ ἡ βλίτυρι, λόγοσ δὲ οὐδαμῶσ. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει. Τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥσ φησι Διογένησ τ’ ἐν τῷ Περὶ φωνῆσ καὶ Χρύσιπποσ, ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμοσ, ἄρθρον· ὁ δ’ Ἀντίπατροσ καὶ τὴν μεσότητα τίθησιν ἐν τοῖσ Περὶ λέξεωσ καὶ τῶν λεγομένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기