호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος.? Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ: ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει: καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τ ἦν τὸ βλέμμα καὶ σεμνός. φέρεται δ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα: διάλογοι, ὧν ἠθικὰ μὲν Περὶ δικαιοσύνης γ. Ἑ`ν δὲ περὶ σωφροσύνης Περί τ εὐσεβείας ε καὶ Περὶ ἀνδρείας α. Κοινῶς τε περὶ ἀρετῆς α καὶ ἄλλο. Περὶ εὐδαιμονίας α.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기