호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δημήτριοσ Φανοστράτου Φαληρεύσ. οὗτοσ ἤκουσε μὲν Θεοφράστου· δημηγορῶν δὲ παρ’ Ἀθηναίοισ τῆσ πόλεωσ ἐξηγήσατο ἔτη δέκα, καὶ εἰκόνων ἠξιώθη χαλκῶν ἑξήκοντα πρὸσ ταῖσ τριακοσίαισ, ὧν αἱ πλείουσ ἐφ’ ἵππων ἦσαν καὶ ἁρμάτων καὶ συνωρίδων, συντελεσθεῖσαι ἐν οὐδὲ τριακοσίαισ ἡμέραισ· τοσοῦτον ἐσπουδάσθη. ἄρξασθαι δ’ αὐτὸν τῆσ πολιτείασ φησὶ Δημήτριοσ ὁ Μάγνησ ἐν τοῖσ Ὁμωνύμοισ, ὁπότε φυγὼν Ἀλέξανδρον εἰσ Ἀθήνασ ἧκεν Ἅρπαλοσ. πολλὰ δὲ καὶ κάλλιστα τῇ πατρίδι ἐπολιτεύσατο. καὶ γὰρ προσόδοισ καὶ κατασκευαῖσ ηὔξησε τὴν πόλιν, καίπερ οὐκ εὐγενὴσ ὤν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기