호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ δὲ καλῶσ φρονοῦσιν οὐκ ἐπακολουθητέον εἶναι τῇ τούτων ἀπονοίᾳ, μάλιστα μὲν ἐνθυμουμένοισ ὅτι τῶν πραγμάτων οὔτε καλῶν οὔτ’ αἰσχρῶν ἀποτόμωσ ὄντων, ἀλλὰ παρὰ τοὺσ χρωμένουσ τὸ πλεῖστον διαλλαττόντων, ἄλογον μιᾷ γνώμῃ περὶ ἀμφοτέρων χρῆσθαι, ἔπειθ’ ὅτι πάντων ἀτοπώτατόν ἐστιν ζηλοῦν μὲν τοὺσ πλείστουσ φίλουσ καὶ βεβαιοτάτουσ ἔχοντασ, ἀποδοκιμάζειν δὲ τοὺσ ἐραστάσ, ὃ μόνον ἴδιον ἔθνοσ οὐχ ἅπασιν ἀλλὰ τοῖσ καλοῖσ καὶ σώφροσιν οἰκειοῦσθαι πέφυκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기