호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐμέμνηνθ’ Ἱπποθωντίδαι τῶν Ἀλόπησ γάμων, ἐξ ὧν Ἱπποθῶν ἔφυ, καὶ τὸν ἀρχηγὸν ᾔδεσαν· ὧν, τὸ πρέπον φυλάττων ἐγὼ τῷδε τῷ καιρῷ, τὸ σαφὲσ εἰπεῖν ὑπερβαίνω. ἄξια δὴ τούτων ᾤοντο δεῖν ποιοῦντεσ ὀφθῆναι. οὐκ ἐλάνθανεν Αἰαντίδασ ὅτι τῶν ἀριστείων στερηθεὶσ Αἰάσ ἀβίωτον ἑαυτῷ ἡγήσατο τὸν βίον. ἡνίκ’ οὖν ὁ δαίμων ἄλλῳ τἀριστεῖ’ ἐδίδου, τότε τοὺσ ἐχθροὺσ ἀμυνόμενοι τεθνάναι δεῖν ᾤοντο, ὥστε μηδὲν ἀνάξιον αὑτῶν παθεῖν. οὐκ ἠμνημόνουν Ἀντιοχίδαι Ἡρακλέουσ ὄντ’ Ἀντίοχον. δεῖν οὖν ἡγήσαντ’ ἢ ζῆν ἀξίωσ τῶν ὑπαρχόντων ἢ τεθνάναι καλῶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기