호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν δ’ ἡμῖν, ὦ ἄνδρεσ δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχημάτων ἐν οὐκ ὀλίγῳ χρόνῳ συμβεβηκότων, οὐδενὸσ ἔλαττόν ἐστιν τὸ νῦν συμβαῖνον, ὅτι τὰ δεινὰ καὶ τὰ παρὰ τοὺσ νόμουσ πεπραγμένα Θεοκρίνῃ τῷ μὲν πατρὶ τῷ πεπονθότι καὶ δυναμένῳ ἂν δηλῶσαι πρὸσ ὑμᾶσ ἐξ ἀνάγκησ ἡσυχίαν ἑκτέον ἐστίν οἱ γὰρ νόμοι ταῦτα κελεύουσιν, ἐμοὶ δὲ τῷ πάντων τούτων ὑστερίζοντι λεκτέον, καὶ τοῖσ μὲν ἄλλοισ τοῖσ τηλικούτοισ οἱ πατέρεσ βοηθοῦσιν, οὗτοσ δ’ ἐν ἐμοὶ νῦν ἔχει τὰσ ἐλπίδασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기