호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέχομαι. τοῦτ οὐκ ἔστιν, ὦ ἄνδρες δικασταί, παρὰ τούτοις: ὅσα γὰρ μὴ δι αὑτῶν, οὐδενὸς μάρτυρος καθ ἡμῶν εὐπορήσουσιν. ἡ δ ἀπ αὐτῶν ἑτοιμότης οὐδ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἱά πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει. ἵνα δ εἰδῆθ οἱᾶ καὶ διαπραττόμενοι περιέρχονται, λέγ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας, σὺ δ ἐπίλαβε τὸ ὕδωρ. Μαρτυρίαι τοίχους τοίνυν διορύττοντες καὶ παίοντες τοὺς ἀπαντῶντας, ἆρ ἂν ὑμῖν ὀκνῆσαι δοκοῦσιν ἐν γραμματειδίῳ τὰ ψευδῆ μαρτυρεῖν ἀλλήλοις οἱ κεκοινωνηκότες τοσαύτης καὶ τοιαύτης φιλαπεχθημοσύνης καὶ πονηρίας καὶ ἀναιδείας καὶ ὕβρεως·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기