호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι γάρ εἰσιν οἱ τελοῦντεσ ἀλλήλουσ τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντεσ ἃ πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπουσ μετρίουσ. ἀλλὰ τί ταῦτ’ ἐμοί; θαυμάζω γὰρ ἔγωγε, εἴ τίσ ἐστιν πρόφασισ παρ’ ὑμῖν ἢ σκῆψισ ηὑρημένη δι’ ἥν, ἂν ὑβρίζων τισ ἐξελέγχηται καὶ τύπτων, δίκην οὐ δώσει. οἱ μὲν γὰρ νόμοι πολὺ τἀναντία καὶ τὰσ ἀναγκαίασ προφάσεισ, ὅπωσ μὴ μείζουσ γίγνωνται, προείδοντο, οἱο͂ν ἀνάγκη γάρ μοι ταῦτα καὶ ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν εἰσὶ κακηγορίασ δίκαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기