호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὰ μὲν ἄλλα καὶ βλασφημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμ’ ἂν ἐν ὑμῖν ἔνια, ὃ δὲ τῆσ ὕβρεώσ ἐστι τῆσ τούτου σημεῖον καὶ τεκμήριον τοῦ πᾶν τὸ πρᾶγμ’ ὑπὸ τούτου γεγενῆσθαι, τοῦθ’ ὑμῖν ἐρῶ· ᾖδε γὰρ τοὺσ ἀλεκτρυόνασ μιμούμενοσ τοὺσ νενικηκότασ, οἱ δὲ κροτεῖν τοῖσ ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰσ πλευράσ. καὶ μετὰ ταῦτ’ ἐγὼ μὲν ἀπεκομίσθην ὑπὸ τῶν παρατυχόντων γυμνόσ, οὗτοι δ’ ᾤχοντο θοἰμάτιον λαβόντεσ μου. ὡσ δ’ ἐπὶ τὴν θύραν ἦλθον, κραυγὴ καὶ βοὴ τῆσ μητρὸσ καὶ τῶν θεραπαινίδων ἦν, καὶ μόγισ ποτ’ εἰσ βαλανεῖον ἐνεγκόντεσ με καὶ περιπλύναντεσ ἔδειξαν τοῖσ ἰατροῖσ. ὡσ οὖν ταῦτ’ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺσ μάρτυρασ παρέξομαι. Μάρτυρεσ συνέβη τοίνυν, ὦ ἄνδρεσ δικασταί, καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην, ὄνθ’ ἡμῖν συγγενῆ, καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντασ περιτυχεῖν πλησίον ὄντι μοι τῆσ οἰκίασ ἤδη, καὶ εἴσ τε τὸ βαλανεῖον φερομένῳ παρακολουθῆσαι, καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기