호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ Μέγαρα πρώην ὀλίγου; τίσ Θηβαίουσ ἰσχυρούσ; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺσ στρατηγοὺσ ἀπώλετο, οὐδ’ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιπποσ, ἀλλὰ διὰ τούτουσ ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνωσ αὐτὸν δέχεσθε. οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγ’ εἴ τισ αἴτιόσ ἐστι καὶ ἄλλοσ τοῦ Φωκέων ὀλέθρου, ἀλλ’ ὡσ οὐ σὺ αἴτιοσ δεῖξον. τί οὖν, εἴ τι Δημοσθένησ ἠδίκει, νῦν λέγεισ, ἀλλ’ οὐχ ὅτε τὰσ εὐθύνασ ἐδίδου κατηγόρεισ; δι’ αὐτὸ γὰρ εἶ τοῦτ’ ἀπολωλέναι δίκαιοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기