호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα τοίνυν εἰδῆθ’ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτ’ ἐληλυθότων ὡσ Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆσ πρεσβείασ ταύτησ. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιπποσ, Ὀλύμπι’ ἐποίει, εἰσ δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντασ τοὺσ τεχνίτασ συνήγαγεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기