호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶσ οὖν εὑρήσετε ταῦτα δικαίωσ; ἐὰν μὴ πάνθ’ ἅμ’ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸσ Φίλιππον, τἀπὸ τῆσ εἰρήνησ ἀγαθά, ἀλλ’ ἕκαστον ἐφ’ αὑτοῦ σκοπῆτε. οἱο͂ν, ἦν ἡμῖν πόλεμοσ πρὸσ Φίλιππον; ἦν. ἐνταῦθ’ ἐγκαλεῖ τισ Αἰσχίνῃ; βούλεταί τισ τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷσ. οὐκοῦν περὶ τούτων γ’ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺσ μάρτυρασ παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμεν’ ἀπολογούμενον ἐξαπατᾶν. ὅπωσ τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖσ· οὐδεὶσ γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기