호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι καὶ ἐπιστολὰσ ἔπεμψ’ ὁ Φίλιπποσ δύο καλούσασ ὑμᾶσ, οὐχ ἵν’ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺσ χρόνουσ ἀνελών, ἐν οἷσ ἐδυνήθητ’ ἂν ἐξελθεῖν, τηνικαῦτ’ ἐκάλει· οὐδ’ ἂν ἐμέ, ἡνίκα δεῦρ’ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθ’ ὑμεῖσ ἐμέλλετ’ ἐξιέναι· ἀλλ’ ἵνα, ἃ ἐβούλεσθ’ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθ’ αὐτῷ, μηδ’ ἀμύναιντο μηδ’ ἀντέχοιεν οἱ Φωκεῖσ ἐπὶ ταῖσ παρ’ ὑμῶν ὑπέχοντεσ ἐλπίσιν, ἀλλ’ ἀπογνόντεσ ἅπανθ’ αὑτοὺσ ἐγχειρίσαιεν. Λέγε δ’ αὐτοῖσ αὐτὰσ τὰσ ἐπιστολὰσ τὰσ τοῦ Φιλίππου. Ἐπιστολαί αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δί’ ἤδη γε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기