호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδενὸσ δ’ ἀδικήματοσ πώποτε δημοσίου, προσθήσω δὲ μηδ’ ἰδίου, δίκην ἀξιώσαντα λαβεῖν παρ’ ἐμοῦ μήθ’ ὑπὲρ τῆσ πόλεωσ μήθ’ ὑπὲρ αὑτοῦ, στεφάνου καὶ ἐπαίνου κατηγορίαν ἥκειν συνεσκευασμένον καὶ τοσουτουσὶ λόγουσ ἀνηλωκέναι ἰδίασ ἔχθρασ καὶ φθόνου καὶ μικροψυχίασ ἐστὶ σημεῖον, οὐδενὸσ χρηστοῦ. τὸ δὲ δὴ καὶ τοὺσ πρὸσ ἔμ’ αὐτὸν ἀγῶνασ ἐάσαντα νῦν ἐπὶ τόνδ’ ἥκειν, καὶ πᾶσαν ἔχει κακίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기