호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρὰ μὲν τοίνυν τοῖσ ἄλλοισ ἔγωγ’ ὁρῶ πᾶσιν ἀνθρώποισ διωρισμένα καὶ τεταγμένα πωσ τὰ τοιαῦτα. ἀδικεῖ τισ ἑκών· ὀργὴν καὶ τιμωρίαν κατὰ τούτου. ἐξήμαρτέ τισ ἄκων· συγγνώμην ἀντὶ τῆσ τιμωρίασ τούτῳ. οὔτ’ ἀδικῶν τισ οὔτ’ ἐξαμαρτάνων εἰσ τὰ πᾶσι δοκοῦντα συμφέρειν ἑαυτὸν δοὺσ οὐ κατώρθωσεν μεθ’ ἁπάντων· οὐκ ὀνειδίζειν οὐδὲ λοιδορεῖσθαι τῷ τοιούτῳ δίκαιον, ἀλλὰ συνάχθεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기