호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν οὖν τῆσ ἰδίασ ἕνεκ’ ἔχθρασ ἢ τοὺσ Θετταλοὺσ ἢ τοὺσ Θηβαίουσ συμπείθοι βαδίζειν ἐφ’ ὑμᾶσ, οὐδέν’ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰσ ἐκείνων κοινὰσ προφάσεισ λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθ’ ὡσ εὖ, πόλεμον ποιῆσαι τοῖσ Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰσ γὰρ ταῦτ’ εὐθὺσ αὐτοὺσ ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기