호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδεὶσ γάρ, ἄνδρεσ Ἀθηναῖοι, τὸ τοῦ προδιδόντοσ συμφέρον ζητῶν χρήματ’ ἀναλίσκει, οὐδ’ ἐπειδὰν ὧν ἂν πρίηται κύριοσ γένηται τῷ προδότῃ συμβούλῳ περὶ τῶν λοιπῶν ἔτι χρῆται· οὐδὲν γὰρ ἂν ἦν εὐδαιμονέστερον προδότου. ἀλλ’ οὐκ ἔστι ταῦτα· πόθεν; πολλοῦ γε καὶ δεῖ. ἀλλ’ ἐπειδὰν τῶν πραγμάτων ἐγκρατὴσ ὁ ζητῶν ἄρχειν καταστῇ, καὶ τῶν ταῦτ’ ἀποδομένων δεσπότησ ἐστί, τὴν δὲ πονηρίαν εἰδὼσ τότε δή, τότε καὶ μισεῖ καὶ ἀπιστεῖ καὶ προπηλακίζει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기